Thesauros Literature biography Ἀγησίλαος

Ἀγησίλαος

Ἀγησίλαος Plutarch
39.1 ἐπελθόντων δὲ τῶν πολεμίων καὶ περιταφρευόντων τὴν πόλιν, αὖθις αὖ δείσας τὴν πολιορκίαν ὁ Αἰγύπτιος ἐβούλετο μάχεσθαι καὶ τοὺς Ἕλληνας μάλα συμπροθυμουμένους εἶχεν· οὐ γὰρ ἦν ἐν τῷ χωρίῳ σῖτος, ὁ δὲ Ἀγησίλαος οὐκ ἐῶν, ἀλλὰ κωλύων ἤκουε μὲν ἔτι μᾶλλον κακῶς ἢ πρότερον ὑπὸ τῶν Αἰγυπτίων καὶ προδότης ἀπεκαλεῖτο τοῦ βασιλέως, ἔφερε δὲ πρᾳότερον ἤδη τὰς διαβολὰς καὶ προσεῖχε τῷ καιρῷ τοῦ στρατηγήματος.
39.2 ἦν δὲ τοιόνδε. τάφρον ἔξωθεν ἦγον οἱ πολέμιοι περὶ τὸ τεῖχος βαθεῖαν ὡς παντάπασιν ἀποκλείσοντες αὐτούς, ὡς οὖν ἐγγὺς ἦσαν αἱ τελευταὶ τοῦ ὀρύγματος ἀπαντῶντος αὑτῷ καὶ περιϊόντος ἐν κύκλῳ τὴν πόλιν, ἑσπέραν ἀναμείνας γενέσθαι καὶ κελεύσας ἐξοπλίζεσθαι τοὺς Ἕλληνας ἔλεγεν ἐλθὼν πρὸς τὸν Αἰγύπτιον· ὁ μὲν τῆς σωτηρίας, ὦ νεανία, καιρὸς οὗτός ἐστιν, ὃν ἐγὼ διαφθεῖραι φοβούμενος οὐκ ἔφραζον πρὶν ἐλθεῖν.
39.3 ἐπεὶ δὲ ἡμῖν οἱ πολέμιοι τὴν ἀσφάλειαν αὐτοὶ διὰ τῶν χειρῶν παρεσκευάκασι, τοσαύτην ὀρυξάμενοι τάφρον, ἧς τὸ μὲν ἐξειργασμένον ἐκείνοις ἐμποδών ἐστι τοῦ πλήθους, τὸ δὲ διαλεῖπον ἡμῖν δίδωσιν ἴσῳ καὶ δικαίῳ μέτρῳ διαμάχεσθαι πρὸς αὐτούς, φέρε νῦν, προθυμηθεὶς ἀνὴρ ἀγαθὸς γενέσθαι καὶ μεθʼ ἡμῶν ἐπισπόμενος δρόμῳ σῶζε σεαυτὸν ἅμα καὶ τὴν στρατιάν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme