Thesauros Literature biography Ἀγησίλαος

Ἀγησίλαος

Ἀγησίλαος Plutarch
33.3 αὐτὸς μὲν οὖν ὁ Ἀγησίλαος ἤδη πρὸς τάς στρατείας ἀπειρήκει διὰ τὸ γῆρας, Ἀρχίδαμος δὲ ὁ υἱὸς αὐτοῦ, τήν ἐκ Σικελίας ἥκουσαν παρὰ τοῦ τυράννου βοήθειαν ἔχων, ἐνίκησεν Ἀρκάδας τήν λεγομένην ἄδακρυν μάχην οὐδεὶς γὰρ ἔπεσε τῶν μετʼ αὐτοῦ, συχνοὺς δὲ τῶν ἐναντίων ἀνεῖλεν. αὕτη μάλιστα τήν ἀσθένειαν ἤλεγξεν ἡ νίκη τῆς πόλεως.
33.4 πρότερον μὲν γὰρ οὕτω σύνηθες ἡγοῦντο καὶ προσῆκον ἔργον αὐτοῖς εἶναι τὸ νικᾶν τοὺς πολεμίους, ὥστε μήτε θύειν τοῖς θεοῖς πλὴν ἀλεκτρυόνα νικητήριον ἐν τῇ πόλει, μήτε μεγαληγορεῖν τοὺς ἀγωνισαμένους, μήτε ὑπερχαίρειν τοὺς πυνθανομένους, ἀλλὰ καὶ τῆς ἐν Μαντινείᾳ μάχης γενομένης, ἣν Θουκυδίδης γέγραφε, τῷ πρώτῳ φράσαντι τήν νίκην οἱ ἄρχοντες ἐκ φιδιτίου κρέας ἔπεμψαν εὐαγγέλιον, ἄλλο δὲ οὐδέν·
33.5 τότε δὲ τῆς μάχης ἀγγελθείσης καὶ τοῦ Ἀρχιδάμου προσιόντος οὐδεὶς ἐκαρτέρησεν, ἀλλὰ πρῶτος ὁ πατὴρ ἀπήντα δακρύων ὑπὸ χαρᾶς καὶ μετʼ ἐκεῖνον τὰ ἀρχεῖα, τῶν δὲ πρεσβυτέρων καὶ τῶν γυναικῶν τὸ πλῆθος ἐπὶ τὸν ποταμὸν κατῄει, τάς τε χεῖρας ὀρεγόντων καὶ θεοκλυτούντων, ὥσπερ ἀπεωσμένης τὰ παρʼ ἀξίαν ὀνείδη τῆς Σπάρτης καὶ λαμπρὸν αὖθις ἐξ ἀρχῆς τὸ φῶς ὁρώσης· ἐπεὶ πρότερόν γέ φασιν οὐδὲ ταῖς γυναιξὶν ἀντιβλέπειν τοὺς ἄνδρας αἰσχυνομένους ἐφʼ οἷς ἔπταισαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme