Thesauros Literature biography Ἀγησίλαος

Ἀγησίλαος

Ἀγησίλαος Plutarch
32.8 ἀναχωρῆσαι δὲ τοὺς Θηβαίους ἐκ τῆς Λακωνικῆς οἱ μὲν ἄλλοι λέγουσι χειμώνων γενομένων καὶ τῶν Ἀρκάδων ἀρξαμένων ἀπιέναι καὶ διαρρεῖν ἀτάκτως, οἱ δὲ τρεῖς μῆνας ἐμμεμενηκότας ὅλους καὶ τὰ πλεῖστα τῆς χώρας διαπεπορθηκότας· Θεόπομπος δέ φησιν, ἤδη τῶν βοιωταρχῶν ἐγνωκότων ἀπαίρειν, ἀφικέσθαι πρὸς αὐτοὺς Φρίξον, ἄνδρα Σπαρτιάτην, παρὰ Ἀγησιλάου δέκα τάλαντα κομίζοντα τῆς ἀναχωρήσεως μισθόν, ὥστε τὰ πάλαι δεδογμένα πράττουσιν αὐτοῖς ἐφόδιον παρὰ τῶν πολεμίων προσπεριγενέσθαι.
33.1 τοῦτο μὲν οὖν οὐκ οἶδα ὅπως ἠγνόησαν οἱ ἄλλοι, μόνος δὲ Θεόπομπος ᾔσθετο. τοῦ δὲ σωθῆναι τήν Σπάρτην τότε πάντες αἴτιον ὁμολογοῦσι γενέσθαι τὸν Ἀγησίλαον, ὅτι τῶν ἐμφύτων αὐτῷ παθῶν, φιλονεικίας καὶ φιλοτιμίας, ἀποστάς, ἐχρήσατο τοῖς πράγμασιν ἀσφαλῶς.
33.2 οὐ μέντοι τήν γε δύναμιν καὶ τήν δόξαν ἐδυνήθη τῆς πόλεως ἀναλαβεῖν ἐκ τοῦ πταίσματος, ἀλλʼ ὥσπερ σώματος ὑγιεινοῦ, λίαν δὲ ἀκριβεῖ καὶ κατησκημένῃ κεχρημένου διαίτῃ παρὰ πάντα τὸν χρόνον, ἁμαρτία μία καὶ ῥοπὴ τήν πᾶσαν ἔκλινεν εὐτυχίαν τῆς πόλεως· οὐκ ἀλόγως. πρὸς γὰρ εἰρήνην καὶ ἀρετὴν καὶ ὁμόνοιαν ἄριστα συντεταγμένῳ· πολιτεύματι προσαγαγόντες ἀρχὰς καὶ δυναστείας βιαίους, ὧν οὐδενὸς ἡγεῖτο δεῖσθαι πόλιν εὐδαιμόνως βιωσομένην ὁ Λυκοῦργος, ἐσφάλησαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme