Thesauros Literature biography Ἀγησίλαος

Ἀγησίλαος

Ἀγησίλαος Plutarch
29.4 ἅμα δὲ ἡμέρᾳ φανερῶν ἤδη γεγονότων πᾶσι τῶν σωζομένων καὶ τῶν τεθνεώτων, οἱ μὲν τῶν τεθνεώτων πατέρες καὶ κηδεσταὶ καὶ οἰκεῖοι καταβαίνοντες εἰς ἀγορὰν ἀλλήλους ἐδεξιοῦντο λιπαροὶ τὰ πρόσωπα, φρονήματος μεστοὶ καὶ γήθους, οἱ δὲ τῶν σωζομένων, ὥσπερ ἐπὶ πένθει, μετὰ τῶν γυναικῶν οἴκοι διέτριβον, εἰ δέ τις ὑπʼ ἀνάγκης προέλθοι, καὶ σχήματι καὶ φωνῇ καὶ βλέμματι ταπεινὸς ἐφαίνετο καὶ συνεσταλμένος.
29.5 ἔτι δὲ μᾶλλον τῶν γυναικῶν ἰδεῖν ἦν καὶ πυθέσθαι τὴν μὲν ζῶντα προσδεχομένην υἱὸν ἀπὸ τῆς μάχης κατηφῆ καὶ σιωπηλήν, τὰς δὲ τῶν πεπτωκέναι λεγομένων ἔν τε τοῖς ἱεροῖς εὐθὺς ἀναστρεφομένας, καὶ πρὸς ἀλλήλας ἱλαρῶς καὶ φιλοτίμως βαδιζούσας.
30.1 οὐ μὴν ἀλλὰ τοῖς πολλοῖς, ὡς ἀφίσταντο μὲν οἱ σύμμαχοι, προσεδοκᾶτο δὲ νενικηκὼς Ἐπαμεινώνδας καὶ μεγαλοφρονῶν ἐμβαλεῖν εἰς Πελοπόννησον, ἔννοια τῶν χρησμῶν ἐνέπεσε τότε, πρὸς τὴν χωλότητα τοῦ Ἀγησιλάου, καὶ δυσθυμία πολλὴ καὶ πτοία πρὸς τὸ θεῖον, ὡς διὰ τοῦτο πραττούσης κακῶς τῆς πόλεως, ὅτι τὸν ἀρτίποδα τῆς βασιλείας ἐκβαλόντες εἵλοντο χωλὸν καὶ πεπηρωμένον· ὃ παντὸς μᾶλλον αὐτοὺς ἐδίδασκε φράζεσθαι καὶ φυλάττεσθαι τὸ δαιμόνιον.
30.2 διὰ δὲ τὴν ἄλλην δύναμιν αὐτοῦ καὶ ἀρετὴν καὶ δόξαν οὐ μόνον ἐχρῶντο βασιλεῖ καὶ στρατηγῷ τῶν κατὰ πόλεμον, ἀλλὰ καὶ τῶν πολιτικῶν ἀποριῶν ἰατρῷ καὶ διαιτητῇ, τοῖς ἐν τῇ μάχῃ καταδειλιάσασιν, οὓς αὐτοὶ τρέσαντας ὀνομάζουσιν, ὀκνοῦντες τὰς ἐκ τῶν νόμων ἀτιμίας προσάγειν, πολλοῖς οὖσι καὶ δυνατοῖς, φοβούμενοι νεωτερισμὸν ἀπʼ αὐτῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme