Thesauros Literature biography Ἀγησίλαος

Ἀγησίλαος

Ἀγησίλαος Plutarch
22.5 ἐκ τούτου χαριζόμενος τοῖς Ἀχαιοῖς διέβαινεν εἰς Ἀκαρνανίαν στρατιᾷ μετʼ αὐτῶν, καὶ πολλὴν μὲν ἠλάσατο λείαν, μάχῃ δὲ τοὺς Ἀκαρνᾶνας ἐνίκησε. δεομένων δὲ τῶν Ἀχαιῶν ὅπως τὸν χειμῶνα παραμείνας ἀφέληται τὸν σπόρον τῶν πολεμίων, τοὐναντίον ἔφη ποιήσειν· μᾶλλον γὰρ φοβηθήσεσθαι τὸν πόλεμον αὐτούς, ἐὰν ἐσπαρμένην τήν γῆν εἰς ὥρας ἔχωσιν ὃ καὶ συνέβη, παραγγελλομένης γὰρ αὖθις ἐπʼ αὐτοὺς στρατείας διηλλάγησαν τοῖς Ἀχαιοῖς.
23.1 ἐπεὶ δὲ Κόνων καὶ Φαρνάβαζος τῷ βασιλέως ναυτικῷ θαλαττοκρατοῦντες ἐπόρθουν τὰ παράλια τῆς Λακωνικῆς, ἐτειχίσθη δὲ καὶ τὸ ἄστυ τῶν Ἀθηναίων Φαρναβάζου χρήματα δόντος, ἔδοξε τοῖς Λακεδαιμονίοις εἰρήνην ποιεῖσθαι πρὸς βασιλέα· καὶ πέμπουσιν Ἀνταλκίδαν πρὸς Τιρίβαζον, αἴσχιστα καὶ παρανομώτατα τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας, ὑπὲρ ὧν ἐπολέμησεν Ἀγησίλαος, βασιλεῖ παραδιδόντες.
23.2 ὅθεν ἥκιστα συνέβη τῆς κακοδοξίας ταύτης Ἀγησιλάῳ μετασχεῖν. ὁ γὰρ Ἀνταλκίδας ἐχθρὸς ἦν αὐτῷ, καὶ τὴν εἰρήνην ἐξ ἅπαντος ἔπραττεν ὡς τοῦ πολέμου τὸν Ἀγησίλαον αὔξοντος καὶ ποιοῦντος ἐνδοξότατον καὶ μέγιστον. οὐ μὴν ἀλλὰ καὶ πρὸς τὸν εἰπόντα τοὺς Λακεδαιμονίους μηδίζειν ὁ Ἀγησίλαος ἀπεκρίνατο μᾶλλον τοὺς Μήδους λακωνίζειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme