Thesauros Literature biography Ἀγησίλαος

Ἀγησίλαος

Ἀγησίλαος Plutarch
18.4 ὡς δὲ μέγα ἔργον ἦν ὤσασθαι προτροπάδην τοὺς Θηβαίους, ἠναγκάσθησαν ὅπερ ἐξ ἀρχῆς οὐκ ἐβούλοντο ποιῆσαι. διέστησαν γὰρ αὐτοῖς τὴν φάλαγγα καὶ διέσχον, εἶτα ἀτακτότερον ἤδη πορευομένους, ὡς διεξέπεσον, ἀκολουθοῦντες καὶ παραθέοντες ἐκ πλαγίων ἔπαιον. οὐ μὴν ἐτρέψαντό γε, ἀλλʼ ἀπεχώρησαν οἱ Θηβαῖοι πρὸς τὸν Ἑλικῶνα, μέγα τῇ μάχῃ φρονοῦντες, ὡς ἀήττητοι καθʼ αὑτοὺς γεγονότες.
19.1 Ἀγησίλαος δέ, καίπερ ὑπὸ τραυμάτων πολλῶν κακῶς τὸ σῶμα διακείμενος, οὐ πρότερον ἐπὶ σκηνὴν ἀπῆλθεν ἢ φοράδην ἐνεχθῆναι πρὸς τήν φάλαγγα καὶ τοὺς νεκροὺς ἰδεῖν ἐντὸς τῶν ὅπλων συγκεκομισμένους, ὅσοι μέντοι τῶν πολεμίων εἰς τὸ ἱερὸν κατέφυγον, πάντας ἐκέλευσεν ἀφεθῆναι.
19.2 πλησίον γὰρ ὁ νεώς ἐστιν ὁ τῆς Ἰτωνίας Ἀθηνᾶς, καὶ πρὸ αὐτοῦ τρόπαιον ἕστηκεν, ὃ πάλαι Βοιωτοὶ Σπάρτωνος στρατηγοῦντος ἐνταῦθα νικήσαντες Ἀθηναίους καὶ Τολμίδην ἀποκτείναντες ἔστησαν, ἅμα δʼ ἡμέρᾳ βουλόμενος ἐξελέγξαι τοὺς Θηβαίους ὁ Ἀγησίλαος, εἰ διαμαχοῦνται, στεφανοῦσθαι μὲν ἐκέλευσε τοὺς στρατιώτας, αὐλεῖν δὲ τοὺς αὐλητάς, ἱστάναι δὲ καὶ κοσμεῖν τρόπαιον ὡς νενικηκότας.
19.3 ὡς δὲ ἔπεμψαν οἱ πολέμιοι νεκρῶν ἀναίρεσιν αἰτοῦντες, ἐσπείσατο, καὶ τήν νίκην οὕτως ἐκβεβαιωσάμενος εἰς Δελφοὺς ἀπεκομίσθη, Πυθίων ἀγομένων, καὶ τήν τε πομπὴν ἐπετέλει τῷ θεῷ καὶ τήν δεκάτην ἀπέθυε τῶν ἐκ τῆς Ἀσίας λαφύρων ἑκατὸν ταλάντων γενομένην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme