Thesauros Literature biography Ἀγησίλαος

Ἀγησίλαος

Ἀγησίλαος Plutarch
12.3 ὁ δὲ Ἀγησίλαος, ὁρῶν τοὺς σὺν αὐτῷ Σπαρτιάτας ὑπʼ αἰσχύνης κύπτοντας εἰς τὴν γῆν καὶ διαποροῦντας ἀδικούμενον γὰρ ἑώρων τὸν Φαρνάβαζον, ἡμεῖς, εἶπεν, ὦ Φαρνάβαζε, καὶ φίλοι ὄντες πρότερον βασιλέως ἐχρώμεθα τοῖς ἐκείνου πράγμασι φιλικῶς καὶ νῦν πολέμιοι γεγονότες πολεμικῶς. ἓν οὖν καὶ σὲ τῶν βασιλέως κτημάτων ὁρῶντες εἶναι βουλόμενον, εἰκότως διὰ σοῦ βλάπτομεν ἐκεῖνον.
12.4 ἀφʼ ἧς δʼ ἂν ἡμέρας σεαυτὸν ἀξιώσῃς Ἑλλήνων φίλον καὶ σύμμαχον μᾶλλον ἢ δοῦλον λέγεσθαι βασιλέως, ταύτην νόμιζε τὴν φάλαγγα καὶ τὰ ὅπλα καὶ τὰς ναῦς καὶ πάντας ἡμᾶς τῶν σῶν κτημάτων φύλακας εἶναι καὶ τῆς ἐλευθερίας, ἧς ἄνευ καλὸν ἀνθρώποις οὐδὲν οὐδὲ ζηλωτόν ἐστιν.
12.5 ἐκ τούτου λέγει πρὸς αὐτὸν ὁ Φαρνάβαζος ἣν εἶχε διάνοιαν. ἐγὼ γάρ, εἶπεν, ἐὰν μὲν ἄλλον ἐκπέμψῃ βασιλεὺς στρατηγόν, ἔσομαι μεθʼ ὑμῶν, ἐὰν δʼ ἐμοὶ παραδῷ τὴν ἡγεμονίαν, οὐδὲν ἐλλείψω προθυμίας ἀμυνόμενος ὑμᾶς καὶ κακῶς ποιῶν ὑπὲρ ἐκείνου. ταῦτα δʼ ἀκούσας ὁ Ἀγησίλαος ἥσθη, καὶ τῆς δεξιᾶς αὐτοῦ λαβόμενος καὶ συνεξαναστάς, εἴθε, εἶπεν, ὦ Φαρνάβαζε, τοιοῦτος ὢν φίλος ἡμῖν γένοιο μᾶλλον ἢ πολέμιος.
13.1 ἀπιόντος δὲ τοῦ Φαρναβάζου μετὰ τῶν φίλων, ὁ υἱὸς ὑπολειφθεὶς προσέδραμε τῷ Ἀγησιλάῳ καί μειδιῶν εἶπεν· ἐγώ σε ξένον, ὦ Ἀγησίλαε, ποιοῦμαι. καί παλτὸν ἔχων ἐν τῇ χειρὶ δίδωσιν αὐτῷ. δεξάμενος οὖν ὁ Ἀγησίλαος καί ἡσθεὶς τῇ τε ὄψει καί τῇ φιλοφροσύνῃ τοῦ παιδός, ἐπεσκόπει τοὺς παρόντας, εἴ τις ἔχοι τι τοιοῦτον οἷον ἀντιδοῦναι καλῷ καί γενναίῳ δῶρον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme