Thesauros Literature biography Ἀγησίλαος

Ἀγησίλαος

Ἀγησίλαος Plutarch
11.7 χρόνον οὖν τινα πρὸς ἑαυτῷ γενόμενος ὁ Ἀγησίλαος καὶ διασιωπήσας, οὐδέν ἔφη, δεινὸνδεινὸν Reiske’s correction of the δεῖν of the MSS., adopted by both Sintenis and Bekker; Stephanus read δεῖ (there is no need). πείθειν ὑμᾶς ἐκεῖνον· ἐγὼ γάρ μοι δοκῶ τήναν τὰν μάχαν τὰν περὶ τοῦ φιλάματος ἅδιον ἂν μάχεσθαι πάλιν ἢ πάντα ὅσα τεθέαμαι χρυσία μοι γενέσθαι. τοιοῦτος μὲν ἦν τοῦ Μεγαβάτου παρόντος, ἀπελθόντος γε μὴν οὕτω περικαῶς ἔσχεν ὡς χαλεπὸν εἰπεῖν εἰ πάλιν αὖ μεταβαλομένου καὶ φανέντος ἐνεκαρτέρησε μὴ φιληθῆναι.
12.1 μετὰ ταῦτα Φαρνάβαζος εἰς λόγους αὐτῷ συνελθεῖν ἠθέλησε, καὶ συνῆγεν ἀμφοτέρους ὢν ξένος ὁ Κυζικηνὸς Ἀπολλοφάνης. πρότερος δὲ μετὰ τῶν φίλων ὁ Ἀγησίλαος ἐλθὼν εἰς τὸ χωρίον, ὑπὸ σκιᾷ τινι πόας οὔσης βαθείας καταβαλὼν ἑαυτόν, ἐνταῦθα περιέμενε τὸν Φαρνάβαζον.
12.2 ὁ δὲ ὡς ἐπῆλθεν, ὑποβεβλημένων αὐτῷ κωδίων τε μαλακῶν καὶ ποικίλων δαπίδων, αἰδεσθεὶς τὸν Ἀγησίλαον οὕτω κατακείμενον κατεκλίνη καὶ αὐτός, ὡς ἔτυχεν, ἐπὶ τῆς πόας χαμᾶζε, καίπερ ἐσθῆτα θαυμαστὴν λεπτότητι καὶ βαφαῖς ἐνδεδυκώς. ἀσπασάμενοι δὲ ἀλλήλους ὁ μὲν Φαρνάβαζος οὐκ ἠπόρει λόγων δικαίων, ἅτε δὴ πολλὰ καὶ μεγάλα Λακεδαιμονίοις χρήσιμος γεγονὼς ἐν τῷ πρὸς Ἀθηναίους πολέμῳ, νῦν δὲ πορθούμενος ὑπʼ αὐτῶν·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme