Thesauros Literature biography Σερτώριος

Σερτώριος

Σερτώριος Plutarch
4.3 ἀπέδωκε δὲ καὶ ὁ δῆμος αὐτῷ τιμὴν πρέπουσαν. εἰσελθόντα γὰρ εἰς θέατρον ἐδέξαντό τε κρότῳ καὶ κατευφήμησαν, ὧν οὐδὲ τοῖς πάνυ προήκουσιν ἡλικίᾳ τε καὶ δόξῃ τυχεῖν ἦν ῥᾴδιον. δημαρχίαν μέντοι μετιών Σύλλα καταστασιάσαντος αὑτὸν ἐξέπεσε· διὸ καὶ δοκεῖ γενέσθαι μισοσύλλας.
4.4 ἐπεὶ δὲ Μάριος μὲν ὑπὸ Σύλλα κρατηθεὶς ἔφευγε, Σύλλας δὲ Μιθριδάτῃ πολεμήσων ἀπῆρε, τῶν δὲ ὑπάτων Ὀκτάβιος μὲν ἐπὶ τῆς Σύλλα προαιρέσεως ἔμενε, Κίννας δὲ νεωτερίζων ὑποφερομένην ἀνεκαλεῖτο τὴν Μαρίου στάσιν, τούτῳ προσένειμεν αὑτὸν ὁ Σερτώριος, ἄλλως τε καὶ τὸν Ὀκτάβιον ὁρῶν αὑτὸν μὲν ἀμβλύτερον ὄντα, τοῖς δὲ Μαρίου φίλοις ἀπιστοῦντα.
4.5 γενομένης δὲ τοῖς ὑπάτοις ἐν ἀγορᾷ μάχης μεγάλης Ὀκτάβιος μὲν ἐκράτησε, Κίννας δὲ καὶ Σερτώριος οὐ πολλῷ ἐλάττους τῶν μυρίων ἀποβαλόντες ἔφυγον καὶ τῶν περὶ τὴν Ἰταλίαν ἔτι διεσπαρμένων στρατοπέδων προσαγόμενοι τὰ πλεῖστα πειθοῖ ταχὺ κατέστησαν ἀξιόμαχοι τοῖς περὶ τὸν Ὀκτάβιον.
5.1 Μαρίου δὲ καταπλεύσαντος ἐκ Λιβύης καὶ τῷ Κίννᾳ προστιθέντος ἑαυτὸν ὡς ἰδιώτην ὑπάτῳ, τοῖς μὲν ἄλλοις ἐδόκει δέχεσθαι, Σερτώριος δὲ ἀπηγόρευεν, εἴτε τὸν Κίνναν ἧττον οἰόμενος ἑαυτῷ προσέξειν ἀνδρὸς ἡγεμονικωτέρου παρόντος, εἴτε τὴν βαρύτητα τοῦ Μαρίου δεδοικώς, μὴ πάντα τὰ πράγματα συγχέῃ θυμῷ μέτρον οὐκ ἔχοντι, πέρα δίκης ἐν τῷ κρατεῖν προερχόμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme