Thesauros Literature biography Εὐμένης

Εὐμένης

Εὐμένης Plutarch
18.2 Ἀντίγονος δὲ δείσας τὸν ὄχλον ἀπελείφθη γὰρ οὐδεὶς ἐν τῷ στρατοπέδῳ δέκα τοὺς κρατιστεύοντας ἐλέφαντας ἐξέπεμψε καὶ λογχοφόρους συχνοὺς Μήδους καὶ Παρθυαίους διακρουσομένους τὸ πλῆθος, εἶτʼ αὐτὸς μὲν ἰδεῖν οὐχ ὑπέμεινε τὸν Εὐμενῆ διὰ τὴν προγεγενημένην φιλίαν καὶ συνήθειαν, πυνθανομένων δὲ τῶν παρειληφότων τὸ σῶμα πῶς φυλάξουσιν, οὕτως, εἶπεν, ὡς ἐλέφαντα ἣ ὡς λέοντα.
18.3 μετὰ μικρὸν δὲ συμπαθὴς γενόμενος τῶν τε δεσμῶν τοὺς βαρεῖς ἐκέλευσεν ἀφελεῖν καὶ παῖδα παραδέξασθαι τῶν συνήθων, ὅπως ἀλείψαιτο, καὶ τῶν φίλων ἐφῆκε τῷ βουλομένῳ συνδιημερεύειν καὶ κομίζειν τὰ ἐπιτήδεια, βουλευόμενος δὲ περὶ αὐτοῦ πλείονας ἡμέρας προσίετο καὶ λόγους καὶ ὑποσχέσεις, Νεάρχου τε τοῦ Κρητὸς καὶ Δημητρίου τοῦ υἱοῦ φιλοτιμουμένων τὸν Εὐμενῆ σῶσαι, τῶν δὲ ἄλλων ὁμοῦ τι πάντων ἐνισταμένων καὶ κελευόντων ἀναιρεῖν.
18.4 λέγεται δὲ τὸν Εὐμενῆ τοῦ φυλάσσοντος αὐτὸν Ὀνομάρχου πυθέσθαι τί δήποτε Ἀντίγονος ἐχθρὸν ἄνδρα καὶ πολέμιον λαβὼν ὑποχείριον οὔτε ἀποκτίννυσι ταχέως οὔτε εὐγενῶς ἀφίησι· τοῦ δὲ Ὀνομάρχου πρὸς ὕβριν εἰπόντος ὡς οὐ νῦν, ἀλλʼ ἐπὶ τῆς μάχης ἔδει πρὸς θάνατον ἔχειν εὐθαρσῶς, ναὶ μὰ τὸν Δία, φάναι τὸν Εὐμενῆ, καὶ τότε εἶχον ἐροῦ δὲ τοὺς εἰς χεῖρας ἐλθόντας· ἀλλʼ οὐδενὶ κρείττονι προστυχὼν οἶδα. καὶ τὸν Ὀνόμαρχον, οὐκοῦν ἐπεὶ νῦν, φάναι, τὸν κρείττονα εὕρηκας, τί οὐκ ἀναμένεις τὸν ἐκείνου καιρόν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme