12.3
ἐν τούτῳ δὲ Εὐμενὴς ὅσους εἶχεν ἐν Νώροις τῶν Καππαδοκῶν ὁμήρους ἀπεδίδου, λαμβάνων ἵππους καὶ ὑποζύγια καὶ σκηνὰς παρὰ τῶν κομιζομένων, καὶ συνῆγε τῶν στρατιωτῶν ὅσοι διασπαρέντες ἀπὸ τῆς φυγῆς ἐπλανῶντο κατὰ τὴν χώραν, ὥστε περὶ αὐτὸν ἱππεῖς ὀλίγῳ τῶν χιλίων ἀποδέοντας γενέσθαι, μεθʼ ὧν ἐξελάσας ἔφυγεν, ὀρθῶς φοβηθεὶς τὸν Ἀντίγονον. οὐ γὰρ μόνον ἐκεῖνον ἐκέλευσε πολιορκεῖν αὖθις περιτειχίσαντας, ἀλλὰ καὶ τοῖς Μακεδόσι πικρῶς ἀντέγραψε δεξαμένοις τοῦ ὅρκου τὴν διόρθωσιν.
13.1
φεύγοντι δὲ Εὐμενεῖ γράμματα κομίζεται παρὰ τῶν ἐν Μακεδονίᾳ τὴν Ἀντιγόνου δεδοικότων αὔξησιν, Ὀλυμπιάδος μὲν παρακαλούσης ἐλθόντα τὸ Ἀλεξάνδρου παιδίον παραλαβεῖν καὶ τρέφειν ὡς ἐπιβουλευόμενον, Πολυσπέρχοντος δὲ καὶ Φιλίππου τοῦ βασιλέως κελευόντων Ἀντιγόνῳ πολεμεῖν τῆς ἐν Καππαδοκίᾳ δυνάμεως ἄρχοντα, καὶ τῶν ἐν Κουΐνδοις χρημάτων πεντακόσια μὲν τάλαντα λαβεῖν εἰς τὴν τῶν ἰδίων ἐπανόρθωσιν, εἰς δὲ τὸν πόλεμον ὁπόσοις βούλεται χρῆσθαι.
13.2
περὶ δὲ τούτων καὶ Ἀντιγένει καὶ Τευτάμῳ τοῖς τῶν ἀργυρασπίδων ἡγουμένοις ἐγεγράφεισαν. ἐπεὶ δὲ λαβόντες ἐκεῖνοι τὰ γράμματα τῷ μὲν λόγῳ φιλανθρώπως ἐδέξαντο τὸν Εὐμενῆ, φθόνου δὲ καὶ φιλονεικίας ἐφαίνοντο μεστοί, δευτερεύειν ἀπαξιοῦντες ἐκείνῳ, τὸν μὲν φθόνον ὁ Εὐμενὴς ἐθεράπευε τῷ τὰ χρήματα μὴ λαβεῖν ὡς οὐδὲν δεόμενος,