Thesauros Literature biography Νικίου καὶ Κράσσου σύγκρισις

Νικίου καὶ Κράσσου σύγκρισις

Νικίου καὶ Κράσσου σύγκρισις Plutarch
4.4 πῶς οὖν ἂν διετέθη καὶ πόσας ἔθυσεν ἡμέρας, εἰ Κράσσος ἐκ Βαβυλῶνος ἔγραψε νικᾶν, εἶτʼ ἐπελθὼν Μηδίαν, Περσίδα, Ὑρκανούς, Σοῦσα, Βάκτρα, Ῥωμαίων ἐπαρχίας ἀπέδειξεν; εἴπερ γὰρ ἀδικεῖν χρή, κατὰ τὸν Εὐριπίδην,Eteocles in the Phoenissae, 524 f. (Kirchhoff): ἔπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος π́ερι κάλλιστον ἀδικεῖν· τἄλλα δʼ εὐσεβεῖν χρεών. ἡσυχίαν ἄγειν μὴ δυναμένους μηδὲ χρῆσθαι τοῖς παροῦσιν ἀγαθοῖς εἰδότας, οὐ Σκάνδειαν, οὐ Μένδην ἐκκοπτέον, οὐδὲ φεύγοντας Αἰγινήτας ἀπολελοιπότας τὴν ἑαυτῶν,
4.5 ὥσπερ ὄρνιθας εἰς ἑτέραν χώραν ἀποκεκρυμμένους, ἐκθηρατέον, ἀλλὰ πολλοῦ τιμητέον τὸ ἀδικεῖν, μὴ ῥᾳδίως μηδʼ ἐπὶ τοῖς τυχοῦσιν, ὥς τι φαῦλον ἢ μικρὸν, προϊεμένους τὸ δίκαιον, οἱ δὲ τὴν μὲν τῆς Ἀλεξάνδρου στρατείας ὁρμὴν ἐπαινοῦντες, τὴν δὲ Κράσσου ψέγοντες, οὐκ εὖ τὰ πρῶτα κρίνουσιν ἀπὸ τῶν τελευταίων.
5.1 ἐν δὲ ταῖς στρατηγίαις αὐταῖς Νικίου μὲν οὐκ ὀλίγα γενναῖα· καὶ γὰρ μάχαις πολλαῖς ἐνίκησε τοὺς πολεμίους, καὶ τοῦ λαβεῖν Συρακούσας ὀλίγον ἐδέησε, καὶ πάντα διʼ αὑτὸν οὐκ ἔπταισεν, ἀλλὰ καὶ νόσον ἄν τις αἰτιάσαιτο καὶ φθόνον τῶν οἴκοι πολιτῶν Κράσσος δὲ διὰ πλῆθος ἁμαρτημάτων οὐδὲν τῇ τύχῃ χρηστὸν ἀποδείξασθαι παρῆκεν, ὥστε θαυμάζειν αὐτοῦ τὴν ἀβελτερίαν οὐ τῆς Πάρθων δυνάμεως ἡττηθεῖσαν, ἀλλὰ τῆς Ῥωμαίων εὐτυχίας περιγενομένην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme