26.6
οὐδὲ Λούκουλλος Τιγράνην ἀναιμωτὶ καθεῖλεν, οὐδὲ Σκηπίων Ἀντίοχον, χιλίας δὲ ναῦς οἱ παλαιοὶ περὶ Σικελίαν ἀπώλεσαν, ἐν δʼ Ἰταλίᾳ πολλοὺς αὐτοκράτορας καί στρατηγούς, ὧν οὐδεὶς προηττηθεὶς ἐκώλυσεν αὐτοὺς κρατῆσαι τῶν νενικηκότων. οὐ γὰρ εὐτυχίᾳ τὰ Ῥωμαίων, ἀλλὰ τλημοσύνῃ καί ἀρετῇ πρὸς τὰ δεινὰ χωρούντων εἰς τοῦτο προῆλθε δυνάμεως.
27.1
τοιαῦτα λέγων καὶ παραθαρσύνων ὁ Κράσσος οὐ πολλοὺς ἑώρα προθύμως ὑπακούοντας, ἀλλὰ καὶ συναλαλάξαι κελεύσας ἤλεγξε τοῦ στρατοῦ τήν κατήφειαν, ὡς ἀσθενῆ καὶ ὀλίγην καὶ ἀνώμαλον κραυγὴν ἐποιήσαντο· ἡ δὲ παρὰ τῶν βαρβάρων λαμπρὰ καὶ θρασεῖα κατεῖχεν. τραπομένων δὲ πρὸς ἔργον οἱ μὲν ἱππόταιἱππόται with the MSS. (including S): οἰκέται καὶ πελάται (slaves and vassals). πλάγιοι περιελαύνοντες ἐτόξευον, αὐτοὶ δὲ τοῖς κοντοῖς οἱ πρότακτοι χρώμενοι συνέστελλον εἰς ὀλίγον τοὺς Ῥωμαίους,
27.2
πλὴν ὅσοι τὸν ὑπὸ τῶν τοξευμάτων φεύγοντες θάνατον ἀπετόλμων παραβόλως εἰς αὐτοὺς φέρεσθαι, μικρὰ μὲν βλάπτοντες, ὀξέως δὲ θνῄσκοντες ὑπὸ τραυμάτων μεγάλων καὶ καιρίων, παχὺν ἐπωθούντων τῷ σιδήρῳ τὸν κοντόν εἰς τοὺς ἵππους, πολλάκις δὲ καὶ διὰ δυεῖν ἀνδρῶν ὑπὸ ῥύμης διαπορευόμενον. οὕτω δὲ ἀγωνισάμενοι νυκτὸς ἐπιούσης ἀπηλλάγησαν, εἰπόντες ὅτι Κράσσῳ χαρίζονται νύκτα μίαν ἀποθρηνῆσαι τὸν υἱόν, ἢν ἄρα μὴ βέλτιον ὑπὲρ ἑαυτοῦ σκεψάμενος ἐλθεῖν μᾶλλον ἐθελήσῃ πρὸς Ἀρσάκην ἢ κομισθῆναι.