Thesauros Literature biography Κράσσος

Κράσσος

Κράσσος Plutarch
24.6 ἦν οὖν αὐτόθεν ἤδη μοχθηρὰ τὰ Ῥωμαίων· καὶ γὰρ μένοντες ἐν τάξει συνετιτρώσκοντο, καὶ χωρεῖν ὁμόσε πειρώμενοι τοῦ μὲν ποιεῖν ἴσον ἀπεῖχον, ὁμοίως δʼ ἔπασχον. ὑπέφευγον γὰρ ἅμα βάλλοντες οἱ Πάρθοι, καὶ τοῦτο κράτιστα ποιοῦσι μετὰ Σκύθας· καὶ σοφώτατόν ἐστιν ἀμυνομένους ἔτι σῴζεσθαι καὶ τῆς φυγῆς ἀφαιρεῖν τὸ αἰσχρόν.
25.1 ἄχρι μὲν οὖν ἤλπιζον αὐτοὺς ἐκχεαμένους τὰ βέλη σχήσεσθαι μάχης ἢ συνάψειν εἰς χεῖράς, ἐκαρτέρουν· ὡς δʼ ἔγνωσαν ὅτι πολλαὶ κάμηλοι παρεστᾶσι τοξευμάτων πλήρεις, ἀφʼ ὧν περιελαύνοντες οἱ πρῶτοι λαμβάνουσιν, οὐδὲν πέρας ὁρῶν ὁ Κράσσος ἠθύμει, καὶ σκοπεῖν ἐκέλευεν, ἀγγέλους πέμψας πρὸς τὸν υἱόν, ὅπως προσμῖξαι βιάσεται τοῖς ἐναντίοις πρὶν ἢ κυκλωθῆναι. μάλιστα γὰρ ἐκείνῳ προσέπιπτον καὶ περιίππευον τὸ κέρας ὡς κατὰ νώτου γενησόμενοι.
25.2 λαβὼν οὖν ὁ νεανίας ἱππεῖς τε χιλίους τριακοσίους, ὧν οἱ χίλιοι παρὰ Καίσαρος ἦσαν, καὶ τοξότας πεντακοσίους καὶ τῶν ἔγγιστα θυρεοφόρων ὀκτὼ σπείρας συνήγαγεν εἰς ἐμβολήν. τῶν δὲ Πάρθων οἱ περιελαύνοντες, εἴτε τέλμασιν ἐντυχόντες, ὡς ἔνιοί φασιν, εἴτε λαβεῖν τὸν Κράσσον ἀπωτάτω τοῦ πατρὸς στρατηγοῦντες, ὀπίσω στρέψαντες ἐδίωκον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme