Thesauros Literature biography Κράσσος

Κράσσος

Κράσσος Plutarch
22.3 παραινεῖ δὲ Κράσσῳ μάλιστα μὲν ἐκεῖ τραπέσθαι καὶ γενόμενον μετʼ Ἀρμενίων ὁμοῦ διαγωνίσασθαι πρὸς τὸν Ὑρώδην, εἰ δὲ μή, πορεύεσθαι καὶ στρατοπεδεύειν ἀεὶ τὰ ἱππάσιμα φεύγοντα καὶ προσχωροῦντα τοῖς ὀρεινοῖς, Κράσσος μὲν οὐδὲν ἀντιγράψας ὑπʼ ὀργῆς καὶ σκαιότητος ἀπεκρίνατο νῦν μὲν Ἀρμενίοις μὴ σχολάζειν, αὖθις δʼ ἀφίξεσθαι δίκην ἐπιθήσων Ἀρταουάσδῃ τῆς προδοσίας.
22.4 οἱ δὲ περὶ Κάσσιον αὖθις ἠγανάκτουν, καὶ Κράσσον μὲν ἀχθόμενον αὐτοῖς ἐπαύσαντο νουθετοῦντες, ἰδίᾳ δὲ τὸν βάρβαρον ἐλοιδόρουν· τίς σε δαίμων πονηρός, ὦ κάκιστε ἀνθρώπων, ἤγαγε πρὸς ἡμᾶς; τίσι δὲ φαρμάκοις καὶ γοητείαις ἔπεισας Κράσσον εἰς ἐρημίαν ἀχανῆ καὶ βύθιον ἐκχέαντα τὴν στρατιὰν ὁδὸν ὁδεύειν Νομάδι λῃστάρχῃ μᾶλλον ἢ Ῥωμαίων αὐτοκράτορι προσήκουσας;
22.5 ὁ δὲ βάρβαρος ἀνὴρ ὢν ποικίλος ἐκείνους μὲν ὑποπίπτων ἐθάρρυνε καὶ παρεκάλει μικρὸν ἔτι καρτερῆσαι, τοὺς δὲ στρατιώτας ἅμα συμπαραθέων καὶ παραβοηθῶν ἐπέσκωπτε μετὰ γέλωτος· ὑμεῖς δὲ διὰ Καμπανίας ὁδεύειν οἴεσθε κρήνας καὶ νάματα καὶ σκιὰς καὶ λουτρὰ δηλαδὴ καὶ πανδοκεῖα ποθοῦντες; οὐ μέμνησθε δὲ τὴν Ἀράβων διεξιόντες καὶ Ἀσσυρίων μεθορίαν;
22.6 οὕτω μὲν ὁ βάρβαρος διεπαιδαγώγησε τοὺς Ῥωμαίους, καὶ πρὶν ἢ γενέσθαι φανερὸς ἐξαπατῶν ἀφίππευσεν, οὐ λαθὼν τὸν Κράσσον, ἀλλὰ καὶ τοῦτο πείσας, ὡς ὑπεργάσεται καὶ διαταράξει τὰ τῶν πολεμίων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme