21.7
κατὰ γένος μὲν οὖν ἐξ ἀρχῆς ἐκέκτητο βασιλεῖ γενομένῳ Πάρθων ἐπιτιθέναι τὸ διάδημα πρῶτος, Ὑρώδην δὲ τοῦτον αὐτὸν ἐξεληλαμένον εἰς Πάρθους κατήγαγε, καὶ Σελεύκειαν αὐτῷ τὴν μεγάλην εἷλε πρῶτος ἐπιβὰς τοῦ τείχους καὶ τρεψάμενος ἰδίᾳ χειρὶ τοὺς ἀντιστάντας. οὔπω δὲ γεγονὼς ἔτη τριάκοντα κατʼ ἐκεῖνον τὸν χρόνον εὐβουλίας καὶ συνέσεως δόξαν εἶχε μεγίστην, οἷς οὐχ ἥκιστα καὶ τὸν Κράσσον ἔσφηλε, διὰ θάρσος καὶ φρόνημα πρῶτον, εἶτα ὑπὸ δέους καὶ συμφορῶν ταῖς ἀπάταις εὐχείρωτον γενόμενον.
22.1
τότʼ οὖν ὁ βάρβαρος, ὡς ἔπεισεν αὐτόν, ἀποσπάσας τοῦ ποταμοῦ διὰ μέσων ἦγε τῶν πεδίων ὁδὸν ἐπιεικῆ καὶ κούφην τὸ πρῶτον, εἶτα μοχθηράν, ἄμμου βαθείας ὑποδεχομένης καὶ πεδίων ἀδένδρων καὶ ἀνύδρων καὶ πρὸς οὐδὲν οὐδαμῇ πέρας ἐφικτὸν αἰσθήσει παυομένων, ὥστε μὴ μόνον δίψει καὶ χαλεπότητι τῆς πορείας ἀπαγορεύειν,
22.2
ἀλλὰ καὶ τὸ τῆς ὄψεως ἀπαραμύθητον ἀθυμίαν παρέχειν οὐ φυτὸν ὁρῶσιν, οὐ ῥεῖθρον, οὐ προβολὴν ὄρους καθιέντος, οὐ πόαν διαβλαστάνουσαν, ἀλλʼ ἀτεχνῶς πελάγιόν τι χεῦμα θινῶν τινων ἐρήμων περιεχόντων τὸν στρατόν. ἦν μὲν οὖν καὶ ἀπὸ τούτων ὁ δόλος ὕποπτος· ἐπεὶ δὲ καὶ παρὰ Ἀρταουάσδου τοῦ Ἀρμενίου παρῆσαν ἄγγελοι φράζοντες ὡς πολλῷ συνέχοιτο πολέμῳ ῥυέντος ἐπʼ αὐτὸν Ὑρώδου, καὶ πέμπειν μὲν ἐκείνῳ βοήθειαν οὐ δύναται,