Thesauros Literature biography Νικίας

Νικίας

Νικίας Plutarch
6.1 ὁρῶν δὲ τῶν ἐν λόγῳ δυνατῶν ἢ τῷ φρονεῖν διαφερόντων ἀποχρώμενον εἰς ἔνια ταῖς ἐμπειρίαις τὸν δῆμον, ὑφορώμενον δʼ ἀεὶ καὶ φυλαττόμενον τὴν δεινότητα καὶ κολούοντα τὸ φρόνημα καὶ τὴν δόξαν, ὡς δῆλον ἦν τῇ Περικλέους καταδίκῃ καὶ τῷ Δάημωνος ἐξοστρακισμῷ καὶ τῇ πρὸς Ἀντιφῶντα τὸν Ῥαμνούσιον ἀπιστίᾳ τῶν πολλῶν, καὶ μάλιστα δὴ τοῖς περὶ Πάχητα τὸν ἑλόντα Λέσβον,
6.2 ὃς εὐθύνας διδοὺς τῆς στρατηγίας ἐν αὐτῷ τῷ δικαστηρίῳ στασάμενος ξίφος ἀνεῖλεν ἑαυτόν, τὰς μὲν ἐργώδεις πάνυ καὶ μακρὰς ἐπειρᾶτο διακρούεσθαι στρατηγίας, ὅπου δʼ αὐτὸς στρατεύοιτο τῆς ἀσφαλείας ἐχόμενος καὶ τὰ πλεῖστα κατορθῶν, ὡς εἰκός, εἰς οὐδεμίαν αὑτοῦ σοφίαν ἢ δύναμιν ἢ ἀρετὴν ἀνέφερε τὰς πράξεις, ἀλλὰ παρεχώρει τῇ τύχῃ καὶ κατέφευγεν εἰς τὸ θεῖον, τῷ φθόνῳ τῆς δόξης ὑφιέμενος.
6.3 ἐπεμαρτύρει δὲ καὶ τὰ πράγματα· πολλῶν γὰρ τότε προσκρουσμάτων τῇ πόλει καὶ μεγάλων γενομένων, οὐδενὸς ἁπλῶς ἐκεῖνος μετέσχεν, ἀλλὰ περὶ Θρᾴκην μὲν ἡττήθησαν ὑπὸ Χαλκιδέων Καλλιάδου τε καὶ Ξενοφῶντος στρατηγούντων, τὸ δʼ Αἰτωλικὸν πταῖσμα συνέβη Δημοσθένους ἄρχοντος, ἐν δὲ Δηλίῳ χιλίους αὑτῶν ἀπέβαλον Ἱπποκράτους ἡγουμένου, τοῦ δὲ λοιμοῦ τὴν πλείστην αἰτίαν ἔλαβε Περικλῆς διὰ τὸν πόλεμον εἰς τὸ ἄστυ κατακλείσας τὸν ἀπὸ τῆς χώρας ὄχλον, ἐκ τῆς μεταβολῆς τῶν τόπων καὶ διαίτης ἀήθους γενομένου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme