Thesauros Literature biography Νικίας

Νικίας

Νικίας Plutarch
21.8 ἔτυχον δέ πως καὶ τὴν σελήνην ἔχοντες ὄπισθεν· ὅθεν αὐτοὶ μὲν αὑτοῖς τὰς σκιὰς ἐπιβάλλοντες ἀπέκρυπτον τὸ πλῆθος τῶν ὅπλων καὶ τὴν λαμπρότητα, τοὺς δʼ ἐναντίους ὁ πρὸς τὴν σελήνην τῶν ἀσπίδων ἀντιφωτισμὸς πολὺ πλείονας ὁρᾶσθαι καὶ λαμπροτέρους ἐποίει.
21.9 τέλος δὲ πανταχόθεν αὐτοῖς, ὡς ἐνέδοσαν, προσκειμένων τῶν πολεμίων φεύγοντες οἱ μὲν ὑπʼ ἐκείνων, οἱ δʼ ὑπʼ ἀλλήλων ἀπέθνησκον, οἱ δὲ κατὰ τῶν κρημνῶν ὀλισθαίνοντες· τοὺς δʼ ἀποσκεδασθέντας καὶ πλανωμένους ἡμέρας ἐπιγενομένης οἱ ἱππεῖς καταλαμβάνοντες διέφθειρον. ἐγένοντο δὲ νεκροὶ δισχίλιοι, καὶ τῶν περιγενομένων ὀλίγοι μετὰ τῶν ὅπλων ἀπεσώθησαν.
22.1 ὁ μὲν οὖν Νικίας πληγεὶς οὐκ ἀπροσδοκήτως ᾐτιᾶτο τοῦ Δημοσθένους τὴν προπέτειαν· ἐκεῖνος δὲ περὶ τούτων ἀπολογησάμενος ἐκέλευσεν ἀποπλεῖν τὴν ταχίστην· οὔτε γὰρ ἄλλην ἀφίξεσθαι δύναμιν αὐτοῖς, οὔτʼ ἀπὸ τῆς παρούσης τῶν πολεμίων κρατεῖν,
22.2 ὅπου γε καὶ κρατοῦντας ἐκείνων ἔδει μεταστῆναι καὶ φυγεῖν τὸ χωρίον, ἀεὶ μέν, ὡς πυνθάνονται, βαρὺ καὶ νοσῶδες ὂν στρατοπέδῳ, νῦν δʼ, ὡς βλέπουσι, καὶ διὰ τὴν ὥραν ὀλέθριον. μετοπώρου γὰρ ἦν ἡ ἀρχή· καὶ πολλοὶ μὲν ἠσθένουν ἤδη, πάντες δὲ ἠθύμουν.
22.2 ὁ δὲ Νικίας χαλεπῶς ἤκουε τὴν φυγὴν καὶ τὸν ἀπόπλουν, οὐ τῷ μὴ δεδιέναι τοὺς Συρακουσίους, ἀλλὰ τῷ μᾶλλον τοὺς Ἀθηναίους καὶ τὰς ἐκείνων δίκας καὶ συκοφαντίας φοβεῖσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme