Thesauros Literature biography Νικίας

Νικίας

Νικίας Plutarch
19.7 καὶ ὁ Γύλιππος ἐπιὼν ἐπὶ τὰς πόλεις αὐτὸς ἐξώρμα καὶ συνίστη πάντας ἐρρωμένως ὑπακούοντας αὐτῷ καὶ συλλαμβανομένους, ὥστε τὸν Νικίαν αὖθις εἰς ἐκείνους ἀποτρεπόμενον τοὺς πρώτους λογισμοὺς καὶ συμφρονοῦντα τὴν τῶν πραγμάτων μεταβολὴν ἀθυμεῖν, καὶ γράφειν τοῖς Ἀθηναίοις κελεύοντα πέμπειν ἕτερον στρατὸν ἢ καὶ τοῦτον ἀπαγαγεῖν ἐκ Σικελίας, αὑτῷ δὲ πάντως αἰτούμενον τῆς στρατηγίας ἄφεσιν διὰ τὴν νόσον.
20.1 οἱ δʼ Ἀθηναῖοι καὶ πρότερον μὲν ὥρμηντο πέμπειν ἑτέραν δύναμιν εἰς Σικελίαν, φθόνῳ δὲ τῶν πρῶτον πραττομένων πρὸς εὐτυχίαν τοῦ Νικίου τοσαύτην πολλὰς διατριβὰς ἐμβαλόντων τότε γοῦν ἔσπευδον βοηθεῖν. καὶ Δημοσθένης μὲν ἔμελλε μεγάλῳ στόλῳ πλεῖν ἐκ χειμῶνος, Εὐρυμέδων δὲ διὰ χειμῶνος προεξέπλευσε χρήματα κομίζων καὶ συστρατήγους ἀποφαίνων ᾑρημένους τῷ Νικίᾳ τῶν αὐτόθι στρατευομένων Εὐθύδημον καὶ Μένανδρον.
20.2 ἐν τούτῳ δὲ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐξαίφνης ἐπιχειρούμενος ὁ Νικίας ταῖς μὲν ναυσὶν ἡττώμενος τὸ πρῶτον ὅμως ἐξέωσε καὶ κατέδυσε πολλὰς τῶν πολεμίων, πρὸς δὲ τὸ πεζὸν οὐκ ἔφθασε βοηθῶν, ἀλλʼ ἄφνω προσπεσὼν ὁ Γύλιππος εἷλε τὸ Πλημμύριον, ἐν ᾧ σκευῶν τριηρικῶν καὶ χρημάτων πολλῶν ἀποκειμένων ἐκράτησε πάντων καὶ διέφθειρεν ἄνδρας οὐκ ὀλίγους καὶ ζῶντας ἔλαβε·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme