Thesauros Literature biography Νικίας

Νικίας

Νικίας Plutarch
10.2 καὶ τοῦτο μὲν ἱστορεῖ Θεόφραστος. ἐπεὶ δὲ Κορίνθιοι καὶ Βοιωτοὶ πρὸς τὰ πραττόμενα δυσκολαίνοντες αἰτίαις καὶ μέμψεσιν αὖθις ἐδόκουν ἀνακαλεῖσθαι τὸν πόλεμον, ἔπεισεν ὁ Νικίας τοὺς Ἀθηναίους καὶ Λακεδαιμονίους τῇ εἰρήνῃ τὴν συμμαχίαν ὥσπερ κράτος ἢ δεσμὸν ἐπιθέντας, φοβερωτέρους τε τοῖς ἀφισταμένοις καὶ βεβαιοτέρους ἀλλήλοις γενέσθαι.
10.3 πραττομένων δὲ τούτων ὁ Ἀλκιβιάδης οὔτε πρὸς ἡσυχίαν εὖ πεφυκώς, καὶ τοῖς Λακεδαιμονίοις ἀχθόμενος ὅτι τῷ Νικίᾳ προσέκειντο καὶ προσεῖχον, αὐτὸν δʼ ὑπερεώρων καὶ κατεφρόνουν, ἐν ἀρχῇ μὲν εὐθὺς ὑπεναντιωθεὶς τῇ εἰρήνῃ καὶ ἀντιστὰς οὐδὲν ἐπέραινεν, ὀλίγῳ δʼ ὕστερον ὁρῶν οὐκ ἔτι τοῖς Ἀθηναίοις ὁμοίως ἀρέσκοντας τοὺς Λακεδαιμονίους, ἀλλʼ ἀδικεῖν δοκοῦντας ὅτι Βοιωτοῖς ἔθεντο συμμαχίαν καὶ Πάνακτον ἑστῶσαν οὐ παρέδωκαν οὐδʼ Ἀμφίπολιν, ἐπεφύετο ταῖς αἰτίαις καὶ παρώξυνε τὸν δῆμον ἐφʼ ἑκάστῃ.
10.4 τέλος δὲ πρεσβείαν μεταπεμψάμενος Ἀργείων ἔπραττε συμμαχίαν πρὸς τοὺς Ἀθηναίους. ἐπεὶ δὲ πρέσβεις ἐλθόντες ἐκ Λακεδαίμονος αὐτοκράτορες καὶ τῇ βουλῇ προεντυγχάνοντες ἔδοξαν ἐπὶ πᾶσιν ἥκειν τοῖς δικαίοις, δείσας ὁ Ἀλκιβιάδης μὴ καὶ τὸν δῆμον ἀπὸ τῶν αὐτῶν λόγων ἐπαγάγωνται, περιῆλθεν αὐτοὺς διʼ ἀπάτης καὶ ὅρκων ὡς ἅπαντα συμπράξων, ἂν μὴ φῶσι μηδʼ ὁμολογήσωσιν ἥκειν αὐτοκράτορες· μάλιστα γὰρ οὕτως ἃ βούλονται γενήσεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme