Thesauros Literature biography Νικίας

Νικίας

Νικίας Plutarch
9.2 ἐπράχθη δὲ οὕτως. οἱ μάλιστα προσπολεμοῦντες τῇ εἰρήνῃ τῆς Ἑλλάδος Κλέων καὶ Βρασίδας ἦσαν, ὧν ὁ πόλεμος τοῦ μὲν ἀπέκρυπτε τὴν κακίαν, τοῦ δὲ τὴν ἀρετὴν ἐκόσμει. τῷ μὲν γὰρ ἀδικημάτων μεγάλων, τῷ δὲ κατορθωμάτων ἀφορμὰς παρεῖχε.
9.3 τούτων οὖν ἅμα πεσόντων ἐν μάχῃ μιᾷ περὶ Ἀμφίπολιν, εὐθὺς ὁ Νικίας παραλαβὼν τοὺς μὲν Σπαρτιάτας ἔκπαλαι τῆς εἰρήνης ὀρεγομένους, τοὺς δʼ Ἀθηναίους οὐκέτι τῷ πολέμῳ θαρροῦντας, ἀμφοτέρους δʼ οἷον ἐκλελυμένους καὶ παρακαθιέντας ἑκουσίως τὰς χεῖρας, ἔπραττεν ὅπως εἰς φιλίαν τὰς πόλεις συναγαγὼν καὶ τοὺς ἄλλους Ἕλληνας ἀπαλλάξας κακῶν καὶ ἀναπαυσάμενος, βέβαιον οὕτω τὸ τῆς εὐτυχίας ὄνομα πρὸς τὸν αὖθις χρόνον ποιοῖτο.
9.4 τοὺς μὲν οὖν εὐπόρους καὶ πρεσβυτέρους καὶ τῶν γεωργῶν τὸ πλῆθος αὐτόθεν εἰρηνικὸν εἶχεν· ἐπεὶ δὲ καὶ τῶν ἄλλων πολλοῖς ἐντυγχάνων ἰδίᾳ καὶ διδάσκων ἀμβλυτέρους ἐποίησε πρὸς τὸν πόλεμον, οὕτως ἤδη τοῖς Σπαρτιάταις ἐλπίδας ἐνδιδοὺς προεκαλεῖτο καὶ προὔτρεπεν ἔχεσθαι τῆς εἰρήνης. οἱ δʼ ἐπίστευον αὐτῷ διά τε τὴν ἄλλην ἐπιείκειαν, καὶ ὅτι τοῖς ἡλωκόσι περὶ Πύλον καὶ δεδεμένοις ἐπιμελόμενος καὶ περιέπων φιλανθρώπως ἐλαφροτέραν ἐποίει τὴν ἀτυχίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme