Thesauros Literature biography Νικίας

Νικίας

Νικίας Plutarch
7.1 ἐπεὶ δὲ Δημοσθένους Πύλον τειχίσαντος ἐπεστράτευσαν ἅμα πεζῷ καὶ ναυσὶ Πελοποννήσιοι, καὶ μάχης γενομένης ἀπελήφθησαν ἐν τῇ Σφακτηρίᾳ νήσῳ Σπαρτιατῶν ἄνδρες ἀμφὶ τοὺς τετρακοσίους, μέγα μέν, ὥσπερ ἦν, ἡγούμενοι τὸ λαβεῖν αὐτοὺς Ἀθηναῖοι, χαλεπῆς δὲ καὶ δυσέργου τῆς πολιορκίας οὔσης ἐν χωρίοις ἀνύδροις, καὶ θέρους μὲν μακρὰν καὶ πολυτελῆ τὴν περιαγωγὴν τῶν ἐπιτηδείων ἐχούσης, σφαλερὰν δὲ χειμῶνος καὶ παντελῶς ἄπορον, ἤχθοντο καὶ μετεμέλοντο πρεσβείαν Λακεδαιμονίων ἀπωσάμενοι περὶ σπονδῶν καὶ εἰρήνης ἀφικομένην πρὸς αὐτούς.
7.2 ἀπεώσαντο δὲ Κλέωνος ἐναντιωθέντος οὐχ ἥκιστα διὰ Νικίαν· ἐχθρὸς γὰρ ὢν αὐτοῦ, καὶ προθύμως ὁρῶν συμπράττοντα τοῖς Λακεδαιμονίοις, ἔπεισε τὸν δῆμον ἀποψηφίσασθαι τὰς σπονδάς. ὡς οὖν ἥ τε πολιορκία μῆκος ἐλάμβανε καὶ δεινὰς ἀπορίας ἐπυνθάνοντο περιεστάναι τὸ στρατόπεδον, διʼ ὀργῆς εἶχον τὸν Κλέωνα.
7.3 τοῦ δʼ εἰς τὸν Νικίαν ἐκτρέποντος τὴν αἰτίαν, καὶ κατηγοροῦντος ὅτι δειλίᾳ καὶ μαλακίᾳ προΐεται τοὺς ἄνδρας, ὡς αὐτοῦ γε στρατηγοῦντος οὐκ ἂν περιγενομένους χρόνον τοσοῦτον, τοῖς Ἀθηναίοις εἰπεῖν παρέστη· τί δʼ οὐχὶ καὶ νῦν αὐτὸς σὺ πλεῖς ἐπὶ τοὺς ἄνδρας; ὅ τε Νικίας ἀναστὰς ἐξίστατο τῆς ἐπὶ Πύλον στρατηγίας αὐτῷ, καὶ λαμβάνειν ὁπόσην βούλεται δύναμιν ἐκέλευσε, καὶ μὴ θρασύνεσθαι λόγοις ἀκινδύνοις, ἀλλʼ ἔργον τι τῇ πόλει παρασχεῖν ἄξιον σπουδῆς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme