Thesauros Literature biography Λούκουλλος

Λούκουλλος

Λούκουλλος Plutarch
5.3 πάντα γὰρ ἂν ἐπʼ ἐκείνῳ γενήσεσθαι τὰ τῆς πόλεως παρόντι μετὰ τοσαύτης στρατιᾶς, καὶ γὰρ ὁ κρατῶν τότε τῆς πολιτείας τῷ πρὸς χάριν ἅπαντα καὶ λέγειν καὶ πράττειν Κέθηγος ἔχθραν τινὰ πρὸς Λούκουλλον εἶχε, βδελυττόμενον αὐτοῦ τὸν βίον αἰσχρῶν ἐρώτων καὶ ὕβρεως καὶ πλημμελείας μεστὸν ὄντα. τοῦτον μὲν οὖν ἄντικρυς ἐπολέμει·
5.4 Λεύκιον δὲ Κόϊντον, ἄλλον δημαγωγόν, ἐπαναστάντα τοῖς Σύλλα πολιτεύμασι καὶ ταράττειν τὰ πράγματα πειρώμενον ἐκ τοῦ καθεστῶτος, ἰδίᾳ τε πολλὰ παραμυθούμενος καὶ δημοσίᾳ νουθετῶν ἀπέστησε τῆς πείρας καὶ κατεστόρεσε τὴν φιλοτιμίαν, ὡς ἐνῆν μάλιστα πολιτικῶς καὶ σωτηρίως ἀρχὴν νοσήματος μεγάλου μεταχειρισάμενος.
6.1 ἐν τούτῳ δʼ ὁ τὴν Κιλικίαν ἔχων Ὀκτάουϊος ἠγγέλθη τεθνηκώς. σπαργώντων δὲ πολλῶν πρὸς τὴν ἐπαρχίαν καὶ Κέθηγον ὡς δυνατώτατον ὄντα διαπράξασθαι θεραπευόντων, αὐτῆς μὲν ὁ Λούκουλλος Κιλικίας οὐ πολὺν εἶχε λόγον, οἰόμενος δʼ, εἰ λάβοι ταύτην, ἐγγὺς οὔσης Καππαδοκίας, ἄλλον οὐδένα πεμφθήσεσθαι πολεμήσοντα Μιθριδάτῃ, πᾶσαν ἔστρεφε μηχανὴν ὑπὲρ τοῦ μὴ προέσθαι τὴν ἐπαρχίαν ἑτέρῳ.
6.2 καὶ τελευτῶν ἔργον οὐ σεμνὸν οὐδʼ ἐπαινετόν, ἄλλως δʼ ἀνύσιμον πρὸς τὸ τέλος ἐκ τῆς ἀνάγκης ὑπέμεινε παρὰ τὴν ἑαυτοῦ φύσιν. Πραικία τις ἦν ὄνομα τῶν ἐφʼ ὥρᾳ καὶ λαμυρίᾳ διαβοήτων ἐν τῇ πόλει, τὰ μὲν ἄλλα κρείττων οὐδὲν ἀνέδην ἑταιρούσης γυναικός, ἐκ δὲ τοῦ χρῆσθαι τοῖς ἐντυγχάνουσιν αὐτῇ καὶ διαλεγομένοις πρὸς τὰς ὑπὲρ τῶν φίλων σπουδὰς καὶ πολιτείας προσλαβοῦσα τῇ λοιπῇ χάριτι τὸ δοκεῖν φιλέταιρός τις εἶναι καὶ δραστήριος ἴσχυσε μέγιστον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme