38.3
οἱ μὲν γὰρ ἐπαινοῦσιν αὐτοῦ τὴν τοσαύτην μεταβολήν, τὸ Μαρίου πάθος μὴ παθόντος, ὃς ἐπὶ ταῖς Κιμβρικαῖς νίκαις καὶ τοῖς καλοῖς καὶ μεγάλοις ἐκείνοις κατορθώμασιν οὐκ ἠθέλησεν αὑτὸν ἀνεῖναι τιμῇ τοσαύτῃ ζηλωτόν, ἀλλʼ ἀπληστίᾳ δόξης καὶ ἀρχῆς νέοις ἀνδράσι γέρων ἀντιπολιτευόμενος εἰς ἔργα δεινὰ καὶ πάθη δεινότερα τῶν ἔργων ἐξώκειλε· βέλτιον δʼ ἂν καὶ Κικέρωνα γηρᾶσαι μετὰ Κατιλίναν ὑποστειλάμενον καὶ Σκηπίωνα Καρχηδόνι προσθέντα Νομαντίαν, εἶτα παυσάμενον·
38.4
εἶναι γάρ τινα καὶ πολιτικῆς περιόδου κατάλυσιν τῶν γὰρ ἀθλητικῶν ἀγώνων τοὺς πολιτικοὺς οὐδὲν ἧττον ἀκμῆς καὶ ὥρας ἐπιλιπούσης ἐλέγχεσθαι. οἱ δὲ περὶ τὸν Κράσσον καὶ Πομπήϊον ἐχλευάζον τὸν Λούκουλλον εἰς ἡδονὴν ἀφεικότα καὶ πολυτέλειαν αὑτόν, ὥσπερ οὐ τοῦ τρυφᾶν μᾶλλον τοῖς τηλικούτοις παρʼ ἡλικίαν ὄντος ἢ τοῦ πολιτεύεσθαι καὶ στρατηγεῖν.
39.1
ἔστι δʼ οὖν τοῦ Λουκούλλου βίου, καθάπερ ἀρχαίας κωμῳδίας, ἀναγνῶναι τὰ μὲν πρῶτα πολιτείας καὶ στρατηγίας, τὰ δʼ ὕστερα πότους καὶ δεῖπνα καὶ μονονουχὶ κώμους καὶ λαμπάδας καὶ παιδιὰν ἅπασαν.
39.2
εἰς παιδιὰν γὰρ ἔγωγε τίθεμαι καὶ οἰκοδομὰς πολυτελεῖς καὶ κατασκευὰς περιπάτων καὶ λουτρῶν καὶ ἔτι μᾶλλον γραφὰς καὶ ἀνδριάντας καὶ τὴν περὶ ταύτας τὰς τέχνας σπουδήν, ἃς ἐκεῖνος συνῆγε μεγάλοις ἀναλώμασιν, εἰς ταῦτα τῷ πλούτῳ ῥύδην καταχρώμενος, ὃν ἠθροίκει πολὺν καὶ λαμπρὸν ἀπὸ τῶν στρατειῶν, ὅπου καὶ νῦν, ἐπίδοσιν τοιαύτην τῆς τρυφῆς ἐχούσης, οἱ Λουκουλλιανοὶ κῆποι τῶν βασιλικῶν ἐν τοῖς πολυτελεστάτοις ἀριθμοῦνται.