37.1
ὁ δὲ Λούκουλλος ἀναβὰς εἰς Ῥώμην πρῶτον μὲν κατέλαβε τὸν ἀδελφὸν Μᾶρκον ὑπὸ Γαΐου Μεμμίου κατηγορούμενον ἐφʼ οἷς ἔπραξε ταμιεύων Σύλλα προστάξαντος. ἐκείνου δʼ ἀποφυγόντος ἐπὶ τοῦτον αὐτὸν ὁ Μέμμιος μεταβαλόμενος παρώξυνε τὸν δῆμον, καὶ ὡς πολλὰ νενοσφισμένῳ καὶ μηκύναντι τὸν πόλεμον ἔπεισεν αὐτῷ μὴ δοῦναι θρίαμβον.
37.2
ἐλθόντος δʼ εἰς ἀγῶνα τοῦ Λουκούλλου μέγαν οἱ πρῶτοι καὶ δυνατώτατοι καταμίξαντες ἑαυτοὺς ταῖς φυλαῖς πολλῇ δεήσει καὶ σπουδῇ μόλις ἔπεισαν τὸν δῆμον ἐπιτρέψαι θριαμβεῦσαι, οὐχ, ὥσπερ ἔνιοι, μήκει τε πομπῆς καὶ πλήθει τῶν κομιζομένων ἐκπληκτικὸν καὶ ὀχλώδη θρίαμβον, ἀλλὰ τοῖς μὲν ὅπλοις τῶν πολεμίων οὖσι παμπόλλοις καὶ τοῖς βασιλικοῖς μηχανήμασι τὸν Φλαμίνειον ἱππόδρομον διεκόσμησε· καὶ θέα τις ἦν αὐτὴ καθʼ ἑαυτὴν οὐκ εὐκαταφρόνητος·
37.3
ἐν δὲ τῇ πομπῇ τῶν τε καταφράκτων ἱππέων ὀλίγοι καὶ τῶν δρεπανηφόρων ἁρμάτων δέκα παρῆλθον, ἑξήκοντα δὲ φίλοι καὶ στρατηγοὶ τῶν βασιλικῶν, μακραὶ δὲ χαλκέμβολοι νῆες ἑκατὸν καὶ δέκα ἅμα παρεκομίσθησαν, αὐτοῦ τε Μιθριδάτου χρύσεος ἑξάπους κολοσσός, καὶ θυρεός τις διάλιθος, καὶ φορήματα εἴκοσι μὲν ἀργυρῶν σκευῶν, χρυσῶν δʼ ἐκπωμάτων καὶ ὅπλων καὶ νομίσματος δύο καὶ τριάκοντα.