Thesauros Literature biography Λούκουλλος

Λούκουλλος

Λούκουλλος Plutarch
36.4 ἐκ δὲ τῶν λόγων πρὸς οὐδὲν ἐπιεικὲς συνέβησαν, ἀλλʼ ἔτι μᾶλλον ἀλλοτριωθέντες πρὸς ἀλλήλους ἀπῆλθον καὶ τὰς ὑπὸ τοῦ Λουκούλλου γενομένας διατάξεις ἠκύρωσεν ὁ Πομπήιος, στρατιώτας δὲ τοὺς ἄλλους ἀπαγαγών μόνους αὐτῷ χιλίους ἑξακοσίους ἀπέλιπε συνθριαμβεύσοντας, οὐδὲ τούτους μάλα προθύμως ἑπομένους.
36.5 οὕτω τις ἦν ἀφυὴς ἢ δυστυχὴς ὁ Λούκουλλος πρὸς τὸ πάντων ἐν ἡγεμονία πρῶτον καὶ μέγιστον ὡς, εἰ τοῦτο μετὰ τῶν ἄλλων ὑπῆρξεν αὐτῷ, τηλικούτων ὄντων καὶ τοσούτων, μετʼ ἀνδρείας, ἐπιμελείας, συνέσεως, δικαιοσύνης, οὐκ ἂν εἶχεν ἡ Ῥωμαίων ἡγεμονία τὸν Εὐφράτην τῆς Ἀσίας ὅρον,
36.6 ἀλλὰ τὰ ἔσχατα καὶ τὴν Ὑρκανίαν θάλατταν, τῶν μὲν ἄλλων ἐθνῶν Τιγράνῃ προηττημένων, τῆς δὲ Πάρθων δυνάμεως οὐχ ὅση κατὰ Κράσσον ἐξεφάνη τοσαύτης καὶ κατὰ Λούκουλλον οὔσης οὐδʼ ὁμοίως συνεστώσης, ἀλλʼ ὑπ ἐμφυλίων καὶ προσοίκων πολέμων οὐδʼ Ἀρμενίους ὑβρίζοντας ἐρρωμένης ἀμύνεσθαι. νῦν δέ μοι δοκεῖ Λούκουλλος ὧν ὠφέλησε διʼ αὑτοῦ τὴν πατρίδα βλάψαι μείζονα διʼ ἑτέρων·
36.7 τὰ γὰρ ἐν Ἀρμενίᾳ τρόπαια Πάρθων πλησίον ἑστῶτα καὶ Τιγρανόκερτα καὶ Νίσιβις καὶ πλοῦτος ἐκ τούτων πολὺς εἰς Ῥώμην κομισθεὶς καὶ τὸ Τιγράνου διάδημα πομπευθὲν αἰχμάλωτον ἐπῆρε Κράσσον ἐπὶ τὴν Ἀσίαν, ὡς λάφυρα καὶ λείαν τοὺς βαρβάρους, ἄλλο δʼ οὐδὲν ὄντας. ταχὺ μέντοι τοῖς Πάρθων τοξεύμασιν ἐντυχών ἀπέδειξε τὸν Λούκουλλον οὐκ ἀφροσύνῃ καὶ μαλακίᾳ τῶν πολεμίων, αὑτοῦ δὲ τόλμῃ καὶ δεινότητι περιγενόμενον. ἀλλὰ ταῦτα μὲν ὕστερον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme