34.5
τοιαύταις αἰτίαις τὸ Λουκούλλου στράτευμα διαφθαρέν οὔτʼ ἐπὶ Τιγράνην ἠκολούθησεν οὔτʼ ἐπὶ Μιθριδάτην αὖθις ἐξ Ἀρμενίας εἰς Πόντον ἐμβαλόντα καὶ τὴν ἀρχὴν ἀναλαμβάνοντα, πρόφασιν δὲ τὸν χειμῶνα ποιούμενοι περὶ τὴν Γορδυηνὴν διέτριβον, ὅσον οὔπω Πομπήϊον ἤ τινʼ ἄλλον τῶν ἡγεμόνων Λουκούλλῳ διάδοχον ἀφίξεσθαι προσδοκῶντες.
35.1
ἐπεὶ δὲ Μιθριδάτης ἤγγελτο Φάβιον νενικηκὼς ἐπὶ Σωρνάτιον καὶ Τριάριον βαδίζειν, αἰσχυνθέντες εἵποντο τῷ Λουκούλλῳ. Τριάριος δʼ ὡς ἕτοιμον ἁρπάσαι τὸ νίκημα, πρὶν ἐπελθεῖν Λούκουλλον ἐγγὺς ὄντα, φιλοτιμούμενος ἡττᾶται μάχῃ μεγάλῃ, λέγονται γὰρ ὑπὲρ ἑπτακισχιλίους Ῥωμαίων ἀποθανεῖν, ἐν οἷς ἑκατόνταρχοι μὲν ἑκατὸν πεντήκοντα, χιλίαρχοι δʼ εἴκοσι καὶ τέσσαρες· τὸ δὲ στρατόπεδον εἷλε Μιθριδάτης.
35.2
ἐπελθὼν δὲ Λούκουλλος ὀλίγαις ὕστερον ἡμέραις Τριάριον μὲν ὑπὸ τῶν στρατιωτῶν ζητούμενον πρὸς ὀργὴν ἐξέκλεψε, Μιθριδάτου δὲ μὴ θέλοντος μάχεσθαι, ἀλλὰ Τιγράνην περιμένοντος ἤδη καταβαίνοντα μετὰ πολλῆς δυνάμεως, ἔγνω πρὶν ἀμφοτέρους συνελθεῖν πάλιν ἀπαντῆσαι καὶ διαγωνίσασθαι πρὸς τὸν Τιγράνην.
35.3
πορευομένῳ δʼ αὐτῷ καθʼ ὁδὸν οἱ Φιμβριανοὶ στασιάσαντες ἀπέλιπον τὰς τάξεις, ὡς ἀφειμένοι δόγματι τῆς στρατείας καὶ μηκέτι τῷ Λουκούλλῳ προσῆκον ἄρχειν, ἑτέροις ἀποδεδειγμένων τῶν ἐπαρχιῶν. οὐδὲν οὖν ἐστιν ὅ τι τῶν παρʼ ἀξίαν ὁ Λούκουλλος οὐχ ὑπέμεινεν, ἀντιβολῶν καθʼ ἕνα καὶ κατὰ σκηνὰς περιιὼν ταπεινὸς καὶ δεδακρυμένος, ἔστι δʼ ὧν καὶ χειρὸςκαὶ χειρός S: χειρός. ἁπτόμενος.