Thesauros Literature biography Λούκουλλος

Λούκουλλος

Λούκουλλος Plutarch
31.4 ἡσθέντος δὲ τοῦ βασιλέως καὶ δεηθέντος, ὅπως αὐτὸς ἐπιστατήσῃ τοῦ ἔργου, μέγα τι καὶ πάγκαλον χρῆμα πόλεως ἀναστῆναι, καὶ γενομένην ἐπώνυμον τοῦ βασιλέως μητρόπολιν ἀποδειχθῆναι τῆς Ἀρμενίας. ἐπὶ ταύτην τοῦ Λουκούλλου βαδίζοντος οὐκ ἠνέσχετο Τιγράνης, ἀλλὰ τὴν δύναμιν ἀναλαβὼν ἡμέρᾳ τετάρτῃ παρεστρατοπέδευσε τοῖς Ῥωμαίοις, ἐν μέσῳ λαβὼν τὸν Ἀρσανίαν ποταμόν, ὃν ἐξ ἀνάγκης διαβατέον ἦν τοῖς Ῥωμαίοις τὴν ἐπʼ
31.5 Ἀρταξάτων πορευομένοις. θύσας δὲ τοῖς θεοῖς Λούκουλλος, ὡς ἐν χερσὶν οὔσης τῆς νίκης, διεβίβαζε τὸν στρατὸν ἐν δώδεκα σπείραις προτεταγμέναις, ταῖς δʼ ἄλλαις ἐπιτεταγμέναις πρὸς τὰς κυκλώσεις τῶν πολεμίων. πολλοὶ γὰρ ἦσαν ἱππεῖς καὶ λογάδες ἀντιπαρατεταγμένοι, πρὸ δʼ αὐτῶν ἱπποτοξόται Μάρδοι καὶ λογχοφόροι Ἴβηρες, οἷς μάλιστα τῶν ξένων ὁ Τιγράνης ἐπίστευεν ὡς μαχιμωτάτοις.
31.6 οὐ μὴν ἐπράχθη τι λαμπρὸν ἀπʼ αὐτῶν, μικρὰ δὲ τοῖς ἱππεῦσι τῶν Ῥωμαίων διαπληκτισάμενοι τοὺς πεζοὺς ἐπιόντας οὐχ ὑπέμειναν, ἀλλʼ ἑκατέρωσε τῆς φυγῆς σχισθέντες ἐπεσπάσαντο τοὺς ἱππεῖς πρὸς τὴν δίωξιν. ἅμα δὲ τῷ τούτους διασπαρῆναι τῶν περὶ τὸν Τιγράνην ἐξιππασαμένων ἰδὼν τὴν λαμπρότητα καὶ τὸ πλῆθος ὁ Λούκουλλος ἔδεισε.
31.7 καὶ τοὺς μὲν ἱππεῖς ἀπὸ τῆς διώξεως ἀνεκαλεῖτο, πρῶτος δʼ αὐτὸς ἀντέστη τοῖς Ἀτροπατηνοῖς κατʼ αὐτὸν οὖσι μετὰ τῶν ἀρίστων, καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν φοβήσας ἐτρέψατο. τριῶν δʼ ὁμοῦ παρατεταγμένων βασιλέων αἴσχιστα δοκεῖ φυγεῖν ὁ Ποντικὸς Μιθριδάτης, οὐδὲ τὴν κραυγὴν τῶν Ῥωμαίων ἀνασχόμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme