Thesauros Literature biography Λούκουλλος

Λούκουλλος

Λούκουλλος Plutarch
31.1 τοιούτων δὲ καὶ πονηροτέρων ἔτι λόγων αἰσθόμενος ὁ Λούκουλλος τὴν ἐπὶ Πάρθους στρατείαν ἀφῆκεν, αὖθις δʼ ἐπὶ τὸν Τιγράνην ἐβάδιζε θέρους ἀκμάζοντος, καὶ τὸν Ταῦρον ὑπερβαλὼν ἠθύμησε χλωρῶν τῶν πεδίων ἐκφανέντων τοσοῦτον αἱ ὧραι διὰ τὴν ψυχρότητα τοῦ ἀέρος ὑστερίζουσιν.
31.2 οὐ μὴν ἀλλὰ καταβὰς καὶ δὶς ἢ τρὶς ἀνατολμήσαντας ἐπʼ αὐτὸν τοὺς Ἀρμενίους τρεψάμενος ἀδεῶς ἐπόρθει τὰς κώμας, καὶ τὸν παρεσκευασμένον τῷ Τιγράνῃ σῖτον ἐξαιρῶν ἣν αὐτὸς ἐφοβεῖτο τοῖς πολεμίοις περιέστησεν ἀπορίαν. ἐπεὶ δὲ προκαλούμενος εἰς μάχην αὐτούς περιταφρεύων τὸν χάρακα καὶ πορθῶν ἐν ὄψει τὴν χώραν οὐκ ἐκίνει πεπληγότας πολλάκις, ἀναστὰς ἐβάδιζεν ἐπʼ Ἀρτάξατα τὸ Τιγράνου βασίλειον, ὅπου καὶ παῖδες αὐτῷ νήπιοι καὶ γαμεταὶ γυναῖκες ἦσαν, οὐκ ἂν οἰόμενος ἀμαχεὶ ταῦτα προήσεσθαι τὸν Τιγράνην.
31.3 λέγεται δʼ Ἀννίβαν τὸν Καρχηδόνιον, Ἀντιόχου καταπολεμηθέντος ὑπὸ Ῥωμαίων, μεταβάντα πρὸς Ἀρτάξαν τὸν Ἀρμένιον ἄλλων τε πολλῶν εἰσηγητὴν καὶ διδάσκαλον αὐτῷ γενέσθαι χρησίμων, καὶ τῆς χώρας καταμαθόντα τόπον εὐφυέστατον καὶ ἥδιστον ἀργοῦντα καὶ παρορώμενον σχῆμα πόλεως ἐν αὐτῷ προϋπογράψασθαι, καὶ τὸν Ἀρτάξαν ἐπαγαγόντα δεῖξαι καὶ παρορμῆσαι πρὸς τὸν οἰκισμόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme