Thesauros Literature biography Λούκουλλος

Λούκουλλος

Λούκουλλος Plutarch
28.6 ὁ δὲ νεανίας ἀναδήσασθαι μὲν οὐκ ἐτόλμησε, τῶν δὲ παίδων τῷ πιστοτάτῳ φυλάττειν ἔδωκεν. οὗτος ἁλοὺς κατὰ τύχην ἀνήχθη πρὸς Λούκουλλον, ὥστε μετὰ τῶν ἄλλων αἰχμάλωτον καὶ τὸ διάδημα γενέσθαι τοῦ Τιγράνου. λέγεται δὲ τῶν μὲν πεζῶν ὑπὲρ δέκα μυριάδας διαφθαρῆναι, τῶν δʼ ἱππέων ὀλίγους παντάπασι διαφυγεῖν. Ῥωμαίων δʼ ἑκατὸν ἐτρώθησαν, ἔπεσον δὲ πέντε.
28.7 ταύτης τῆς μάχης Ἀντίοχος ὁ φιλόσοφος ἐν τῇ Περὶ θεῶν γραφῇ μνησθεὶς οὔ φησιν ἄλλην ἐφεωρακέναι τοιαύτην τόν ἥλιον. Στράβων δʼ, ἕτερος φιλόσοφος, ἐν τοῖς ἱστορικοῖς ὑπομνήμασιν αὐτοὺς λέγει τοὺς Ῥωμαίους αἰσχύνεσθαι καὶ καταγελᾶν ἑαυτῶν ἐπʼ ἀνδράποδα τοιαῦτα δεηθέντας ὅπλων. Λίουϊος δʼ εἴρηκεν, ὡς οὐδέποτε Ῥωμαῖοι πολεμίοις ἀποδέοντες τοσούτῳ πλήθει παρετάξαντο· σχεδὸν γὰρ οὐδʼ εἰκοστόν, ἀλλʼ ἔλαττον ἐγένοντο μέρος οἱ νικῶντες τῶν ἡσσημένων.
28.8 Ῥωμαίων δʼ οἱ δεινότατοι στρατηγοὶ καὶ πλεῖστα πολέμοις ὡμιληκότες ἐπῄνουν μάλιστα τοῦ Λουκούλλου τὸ δύο βασιλεῖς τοὺς ἐπιφανεστάτους καὶ μεγίστους δυσὶ τοῖς ἐναντιωτάτοις, τάχει καὶ βραδυτῆτι, καταστρατηγῆσαι. Μιθριδάτην μὲν γὰρ ἀκμάζοντα χρόνῳ καὶ τριβῇ κατανάλωσε, Τιγράνην δὲ τῷ σπεῦσαι συνέτριψεν, ἐν ὀλίγοις τῶν πώποτε ἡγεμόνων τῇ μελλήσει μὲν ἔργῳ, τῇ τόλμῃ δʼ ὑπὲρ ἀσφαλείας χρησάμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme