27.4
βουλόμενος δέ τι καὶ αὐτὸς ὁ Τιγράνης χαρίεις εἶναι καὶ σκωπτικός εἶπε τὸ θρυλούμενον· εἰ μὲν ὡς πρεσβευταί, πολλοὶ πάρεισιν εἰ δʼ ὡς στρατιῶται, ὀλίγοι. καὶ τότε μὲν οὕτως εἰρωνευόμενοι καὶ παίζοντες διετέλεσαν, ἅμα δʼ ἡμέρᾳ Λούκουλλος ὡπλισμένην τὴν δύναμιν ἐξῆγε. καὶ πρὸς ἕω μὲν ἦν τοῦ ποταμοῦ τὸ βαρβαρικὸν στράτευμα· τοῦ δὲ ῥεύματος ἀποστροφὴν λαμβάνοντος ἐπὶ τὰς δύσεις, ᾗ μάλιστα περάσιμον ἦν, ἀντιπαρεξάγων τὴν δύναμιν καὶ σπεύδων ἔδοξεν ἀποχωρεῖν τῷ Τιγράνῃ.
27.5
καὶ καλέσας τὸν Ταξίλην ἅμα γέλωτι τοὺς ἀμάχους, ἔφη, Ῥωμαίων ὁπλίτας οὐχ ὁρᾷς φεύγοντας; καὶ ὁ Ταξίλης βουλοίμην ἄν, εἶπεν, ὦ βασιλεῦ, γενέσθαι τι τῷ σῷ δαίμονι τῶν παραλόγων, ἀλλʼ οὔτʼ ἐσθῆτα λαμπρὰν οἱ ἄνδρες λαμβάνουσιν ὁδοιποροῦντες οὔτε θυρεοῖς ἐκκεκαθαρμένοις χρῶνται καὶ κράνεσι γυμνοῖς, ὥσπερ νῦν τὰ σκύτινα τῶν ὅπλων σκεπάσματα περισπάσαντες, ἀλλὰ μαχουμένων ἐστὶν ἡ λαμπρότης αὕτη καὶ βαδιζόντων ἤδη πρὸς τοὺς πολεμίους·
27.6
ταῦτα λέγοντος ἔτι τοῦ Ταξίλου καταφανὴς ἦν πρῶτος ἀετὸς ἐπιστρέφοντος τοῦ Λουκούλλου καὶ τάξιν αἱ σπεῖραι κατὰ λόχους λαμβάνουσαι πρὸς τὴν διάβασιν καὶ μόλις ὥσπερ ἐκ μέθης τινὸς ἀναφέρων ὁ Τιγράνης δὶς ἢ τρὶς ἐξέκραγεν· ἐφʼ ἡμᾶς οἱ ἄνδρες; ὥστε θορύβῳ πολλῷ τὸ πλῆθος εἰς τάξιν καθίστασθαι, βασιλέως μὲν αὐτοῦ τὸ μέσον ἔχοντος, τῶν δὲ κεράτων τὸ μὲν ἀριστερὸν τῷ Ἀδιαβηνῷ, τὸ δὲ δεξιὸν τῷ Μήδῳ παραδόντος, ἐφʼ οὗ καὶ τῶν καταφράκτων ἐν προτάγματι τὸ πλεῖστον ἦν.