15.3
τοῦ δὲ Λουκούλλου τὰ μὲν πεδία τῶν πολεμίων ἱπποκρατούντων δεδιότος, τὴν δʼ ὀρεινὴν ὀκνοῦντος προϊέναι, μακρὰν καὶ ὑλώδη καὶ δύσβατον οὖσαν, ἁλίσκονταί τινες κατὰ τύχην Ἕλληνες εἴς τι σπήλαιον καταφυγόντες, ὧν ὁ πρεσβύτερος Ἀρτεμίδωρος ὑπέσχετο τὸν Λούκουλλον ἄξειν καὶ καταστάσειν ἐπὶ τόπῳ ἀσφαλεῖ τῷ στρατοπέδῳ καὶ φρούριον ἔχοντι τοῖς Καβείροις ἐπικρεμάμενον.
15.4
πιστεύσας δʼ ὁ Λούκουλλος ἅμα τῇ νυκτὶ πυρὰ καύσας ἐκίνει καὶ τὰ στενὰ παρελθὼν ἀσφαλῶς τὸ χωρίον εἶχε, καὶ μεθʼ ἡμέραν ὑπερεφαίνετο τῶν πολεμίων ἱδρύων τὸν στρατὸν ἐν τόποις, οἳ μάχεσθαι βουλομένῳ προσαγωγὴν ἐδίδοσαν καὶ τὸ μὴ βιασθῆναι παρεῖχον ἡσυχάζοντι.
15.5
γνώμην μὲν οὖν οὐδέτερος εἶχεν ἔν γε τῷ παρόντι διακινδυνεύειν ἔλαφον δὲ λέγεται τῶν βασιλικῶν διωκόντων ὑποτεμνομένους ἀπαντῆσαι τοὺς Ῥωμαίους, ἐκ δὲ τούτου συμπεσόντας ἀγωνίζεσθαι πλειόνων ἑκατέροις ἀεὶ προσγινομένων. τέλος δʼ ἐνίκων οἱ βασιλικοί· καὶ τὴν φυγὴν ἐκ τοῦ χάρακος οἱ Ῥωμαῖοι καθορῶντες ἤσχαλλον καὶ συνέτρεχον πρὸς τὸν Λούκουλλον, ἄγειν σφᾶς δεόμενοι καὶ σύνθημα πρὸς τὴν μάχην αἰτοῦντες.
15.6
ὁ δὲ βουλόμενος αὐτοὺς μαθεῖν, ἡλίκον ἐστὶν ἐν ἀγῶνι πολέμου καὶ κινδύνῳ παρουσία καὶ ὄψις ἡγεμόνος ἔμφρονος, ἐκείνους μὲν ἡσυχίαν ἄγειν ἐκέλευσεν, αὐτὸς δὲ κατέβαινεν εἰς τὸ πεδίον καὶ τοῖς πρώτοις ἀπαντήσας τῶν φευγόντων ἵστασθαι προσέταξε καὶ ἀναστρέφειν μετʼ αὐτοῦ.