Thesauros Literature biography Λούκουλλος

Λούκουλλος

Λούκουλλος Plutarch
13.3 αὐτὸς δέ, τῆς ὁλκάδος, ἐφʼ ἧς ἔπλει, μήτε πρὸς τὴν γῆν εὐπαρακομίστου διὰ μέγεθος ἐν σάλῳ μεγάλῳ καὶ κύματι τυφλῷ παρισταμένης τοῖς κυβερνήταις, πρός τε τὴν θάλασσαν ἤδη βαρείας καὶ ὑπεράντλου γενομένης, μετεμβὰς εἰς λῃστρικὸν μυοπάρωνα καὶ τὸ σῶμα πειραταῖς ἐγχειρίσας ἀνελπίστως καὶ παραβόλως εἰς τὴν Ποντικὴν Ἡράκλειαν ἐξεσώθη.
13.4 Λουκούλλῳ δʼ ἀνεμέσητος ἡ πρὸς τὴν σύγκλητον ἀπέβη φιλοτιμία, ψηφιζομένης γὰρ αὐτῆς πρὸς τὸν πόλεμον ἀπὸ τρισχιλίων ταλάντων ἐξαρτύεσθαι ναυτικόν, ἐκώλυσε πέμψας γράμματα καὶ μεγαληγορήσας, ὡς ἄνευ δαπάνης καὶ τοσαύτης παρασκευῆς ταῖς τῶν συμμάχων ναυσὶ Μιθριδάτην ἐκβαλεῖ τῆς θαλάττης. καὶ τοῦτο ὑπῆρξεν αὐτῷ τοῦ θεοῦ συναγωνισαμένου. λέγεται γὰρ Ἀρτέμιδος χόλῳ Πριαπίνης ὁ χειμὼν ἐμπεσεῖν τοῖς Ποντικοῖς συλήσασιν αὐτῆς τὸ ἱερὸν καὶ τὸ ξόανον ἀνασπάσασι.
14.1 πολλῶν δὲ Λουκούλλῳ παραινούντων ἀναβάλλεσθαι τὸν πόλεμον, οὐ φροντίσας ἐνέβαλε διὰ Βιθυνίας καὶ Γαλατίας εἰς τὴν βασιλικήν, ἐν ἀρχῇ μὲν ἐνδεὴς τῶν ἀναγκαίων, ὥστε Γαλάτας ἕπεσθαι τρισμυρίους ἕκαστον ἐπὶ τῶν ὤμων κομίζοντα σίτου μέδιμνον, προϊὼν δὲ καὶ κρατῶν ἁπάντων εἰς τοσαύτην ἦλθεν εὐπορίαν, ὥστε τὸν μὲν βοῦν ἐν στρατοπέδῳ δραχμῆς, τὸ δὲ ἀνδράποδον τεττάρων ὤνιον εἶναι, τὴν δʼ ἄλλην λείαν ἐν οὐδενὶ λόγῳ τοὺς μὲν ἀπολείπειν, τοὺς δὲ ἀναλίσκειν. διάθεσις γὰρ ἦν οὐδενὸς πρὸς οὐδένα πάντων εὐπορούντων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme