6.3
ὡς δὲ καὶ Κέθηγον ἀνθοῦντα τῇ δόξῃ τότε καὶ φέροντα τὴν πόλιν ὑπηγάγετο καὶ συνῆν ἐρῶντι, παντάπασιν εἰς ἐκείνην περιῆλθεν ἡ τῆς πόλεως δύναμις· οὐδὲ γὰρ ἐπράττετό τι δημοσίᾳ Κεθήγου μὴ σπουδάζοντος οὐδὲ Πραικίας μὴ κελευούσης παρὰ Κεθήγῳ. ταύτην οὖν ὑπελθὼν δώροις ὁ Λουκούλλος καὶ κολακείαις ἦν δέ που καὶ τῷ Λουκούλλῳ συμφιλοτιμουμένην ὁρᾶσθαι μέγας γυναικὶ σοβαρᾷ καὶ πανηγυρικῇ μισθός, εὐθὺς εἶχε τὸν Κέθηγον ἐπαινέτην καὶ προμνώμενον αὐτῷ Κιλικίαν.
6.4
ἐπεὶ δʼ ἅπαξ ἔτυχε ταύτης, οὐδὲν ἔτι Πραικίαν οὐδὲ Κέθηγον ἔδει παρακαλεῖν, ἀλλὰ πάντες ὁμαλῶς ἐκείνῳ φέροντες ἐνεχείρισαν τὸν Μιθριδατικὸν πόλεμον ὡς ὑφʼ ἑτέρου μηδενὸς ἄμεινον διαπολεμηθῆναι δυνάμενον, Πομπηΐου μὲν ἔτι Σερτωρίῳ προσπολεμοῦντος, Μετέλλου δʼ ἀπειρηκότος ἤδη διὰ γῆρας, οὓς μόνους ἄν τις ἐναμίλλους ἐποιήσατο Λουκούλλῳ περὶ τῆς στρατηγίας ἀμφισβητοῦντας.
6.5
οὐ μὴν ἀλλὰ Κόττας ὁ συνάρχων αὐτοῦ πολλὰ λιπαρήσας τὴν σύγκλητον ἀπεστάλη μετὰ νεῶν τὴν Προποντίδα φυλάξων καὶ προπολεμήσων Βιθυνίας.
7.1
Λούκουλλος δὲ τάγμα μὲν αὐτόθεν ἔχων συντεταγμένον ὑπʼ αὐτοῦ διέβαινεν εἰς τὴν Ἀσίαν ἐκεῖ δὲ τὴν ἄλλην παρέλαβε δύναμιν, πάντων μὲν πάλαι τρυφαῖς διεφθορότων καὶ πλεονεξίαις, τῶν δὲ Φιμβριανῶν λεγομένων καὶ διὰ συνήθειαν ἀναρχίας δυσμεταχειρίστων γεγονότων.