Thesauros Literature biography Κίμων

Κίμων

Κίμων Plutarch
18.7 οὐδὲ χρησμὸν αὐτοῖς ὁ θεὸς ἐξήνεγκεν, ἀλλʼ ἅμα τῷ προσελθεῖν ἐκέλευσεν ἀπιέναι τοὺς θεοπρόπους· αὐτὸν γὰρ ἤδη τὸν Κίμωνα παρʼ ἑαυτῷ τυγχάνειν ὄντα. ταῦτα ἀκούσαντες οἱ θεοπρόποι κατέβαινον ἐπὶ θάλασσαν· γενόμενοι δὲ ἐν τῷ στρατοπέδῳ τῶν Ἑλλήνων, ὃ τότε περὶ Αἴγυπτον ἦν, ἐπύθοντο τεθνάναι τὸν Κίμωνα· καὶ τὰς ἡμέρας πρὸς τὸ μαντεῖον ἀνάγοντες ἔγνωσαν ᾐνιγμένην τὴν τελευτὴν τοῦ ἀνδρός, ὡς ἤδη παρὰ θεοῖς ὄντος.
19.1 ἀπέθανε δὲ πολιορκῶν Κίτιον, ὡς οἱ πλεῖστοι λέγουσι, νοσήσας· ἔνιοι δέ φασιν ἐκ τραύματος, ὃ πρὸς τοὺς βαρβάρους ἀγωνιζόμενος ἔσχε. τελευτῶν δὲ τοὺς περὶ αὐτὸν ἐκέλευσεν εὐθὺς ἀποπλεῖν ἀποκρυψαμένους τὸν θάνατον αὐτοῦ· καὶ συνέβη μήτε τῶν πολεμίων μήτε τῶν συμμάχων αἰσθομένων ἀσφαλῶς αὐτοὺς ἀνακομισθῆναι στρατηγουμένους ὑπὸ Κίμωνος, ὥς φησι Φανόδημος, τεθνηκότος ἐφʼ ἡμέρας τριάκοντα.
19.2 μετὰ δὲ τὴν ἐκείνου τελευτὴν πρὸς μὲν τοὺς βαρβάρους οὐδὲν ἔτι λαμπρὸν ὑπʼ οὐδενὸς ἐπράχθη στρατηγοῦ τῶν Ἑλλήνων, ἀλλὰ τραπέντες ὑπὸ δημαγωγῶν καὶ πολεμοποιῶν ἐπʼ ἀλλήλους, οὐδενὸς τὰς χεῖρας ἐν μέσῳ διασχόντος, συνερράγησαν εἰς τὸν πόλεμον, ἀναπνοὴ μὲν τοῖς βασιλέως πράγμασι γενόμενοι, φθόρον δʼ ἀμύθητον τῆς Ἑλληνικῆς δυνάμεως ἀπεργασάμενοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme