Thesauros Literature biography Σύλλας

Σύλλας

Σύλλας Plutarch
5.6 ἀλλὰ πρὸς τὰς τῆς τέχνης ὑποθέσεις τὴν φύσιν ἐπισκεψάμενος, εἰπεῖν ὡς ἀναγκαῖον εἴη τοῦτον τὸν ἄνδρα μέγιστον γενέσθαι, θαυμάζειν δὲ καὶ νῦν πῶς ἀνέχεται μὴ πρῶτος ὢν ἁπάντων, ἀναχωρήσαντι δὲ αὐτῷ δίκην ἔλαχε δώρων Κηνσωρῖνος, ὡς πολλὰ χρήματα συνειλοχότι παρὰ τὸν νόμον ἐκ φίλης καὶ συμμάχου βασιλείας, οὐ μὴν ἀπήντησεν ἐπὶ τὴν κρίσιν, ἀλλʼ ἀπέστη τῆς κατηγορίας.
6.1 ἡ μέντοι πρὸς Μάριον αὐτῷ στάσις ἀνερριπίζετο καινὴν ὑπόθεσιν λαβοῦσα τὴν Βόκχου φιλοτιμίαν, ὃς τόν τε δῆμον ἅμα θεραπεύων ἐν Ῥώμῃ καὶ τῷ Σύλλᾳ χαριζόμενος ἀνέθηκε εἰκόναςεἰκόνας Coraës, Sintenis1, and Bekker, with the MSS. Sintenis2 adopts Cobet’s correction to Νίκας (Victories), to agree with Marius, xxxii. 2. ἐν Καπιτωλίῳ τροπαιοφόρους καὶ παρʼ αὐταῖς χρυσοῦν Ἰογόρθαν ὑφʼ ἑαυτοῦ Σύλλᾳ παραδιδόμενον.
6.2 ἐφʼ ᾧ τοῦ Μαρίου βαρυθυμουμένου καὶ καθαιρεῖν ἐπιχειροῦντος, ἑτέρων δὲ ἀμύνειν τῷ Σύλλᾳ, καὶ τῆς πόλεως ὅσον οὔπω διακεκαυμένης ὑπʼ ἀμφοῖν, ὁ συμμαχικὸς πόλεμος πάλαι τυφόμενος ἐπὶ τὴν πόλιν ἀναλάμψας τότε τὴν στάσιν ἐπέσχεν. ἐν τούτῳ, μεγίστῳ καὶ ποικιλωτάτῳ γενομένῳ καὶ πλεῖστα κακὰ καὶ βαρυτάτους παρασχόντι κινδύνους Ῥωμαίοις, Μάριος μὲν οὐδὲν ἀποδεῖξαι μέγα δυνηθεὶς ἤλεγχε τὴν πολεμικὴν ἀρετὴν ἀκμῆς καὶ ῥώμης δεομένην, Σύλλας δὲ πολλὰ δράσας ἄξια λόγου δόξαν ἔσχεν ἡγεμόνος μεγάλου μὲν παρὰ τοῖς πολίταις, μεγίστου δὲ παρὰ τοῖς φίλοις, εὐτυχεστάτου δὲ καὶ παρὰ τοῖς ἐχθροῖς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme