Thesauros Literature biography Σύλλας

Σύλλας

Σύλλας Plutarch
33.4 Λουκρητίου δὲ Ὀφέλλα τοῦ Μάριον ἐκπολιορκήσαντος αἰτουμένου καὶ μετιόντος ὑπατείαν πρῶτον μὲν ἐκώλυεν ὡς δὲ ἐκεῖνος ὑπὸ πολλῶν σπουδαζόμενος εἰς τὴν ἀγορὰν ἐνέβαλε, πέμψας τινὰ τῶν περὶ αὐτὸν ἑκατονταρχῶν ἀπέσφαξε τὸν ἄνδρα, καθεξόμενος αὐτὸς ἐπὶ βήματος ἐν τῷ Διοσκουρείῳ καὶ τὸν φόνον ἐφορῶν ἄνωθεν, τῶν δὲ ἀνθρώπων τὸν ἑκατοντάρχην συλλαβόντων καὶ προσαγαγόντων τῷ βήματι, σιωπῆσαι κελεύσας τοὺς θορυβοῦντας αὐτὸς ἔφη κελεῦσαι τοῦτο, καὶ τὸν ἑκατοντάρχην ἀφεῖναι προσέταξεν.
34.1 ὁ μέντοι θρίαμβος αὐτοῦ τῇ πολυτελείᾳ καὶ καινότητι τῶν βασιλικῶν λαφύρων σοβαρὸς γενόμενος μείζονα κόσμον ἔσχε καί καλὸν θέαμα τοὺς φυγάδας, οἱ γὰρ ἐνδοξότατοι καὶ δυνατώτατοι τῶν πολιτῶν ἐστεφανωμένοι παρείποντο, σωτῆρα καί πατέρα τὸν Σύλλαν ἀποκαλοῦντες, ἅτε δὴ διʼ ἐκεῖνον εἰς τὴν πατρίδα κατιόντες καί κομιζόμενοι παῖδας καί γυναῖκας.
34.2 ἤδη δὲ συνῃρημένων ἁπάντων, ἀπολογισμὸν ἐν ἐκκλησίᾳ τῶν πράξεων ποιούμενος οὐκ ἐλάσσονι σπουδῇ τὰς εὐτυχίας ἢ τὰς ἀνδραγαθίας κατηριθμεῖτο, καὶ πέρας ἐκέλευσεν ἑαυτὸν ἐπὶ τούτοις Εὐτυχῆ προσαγορεύεσθαι· τοῦτο γὰρ ὁ Φῆλιξ μάλιστα βούλεται δηλοῦν αὐτὸς δὲ τοῖς Ἕλλησι γράφων καί χρηματίζων ἑαυτὸν Ἐπαφρόδιτον ἀνηγόρευε, καί παρʼ ἡμῖν ἐν τοῖς τροπαίοις οὕτως ἀναγέγραπται Λεύκιος Κορνήλιος Σύλλας Ἐπαφρόδιτος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme