Thesauros Literature biography Σύλλας

Σύλλας

Σύλλας Plutarch
26.1 ἀναχθεὶς δὲ πάσαις ταῖς ναυσὶν ἐξ Ἐφέσου τριταῖος ἐν Πειραιεῖ καθωρμίσθη καὶ μυηθεὶς ἐξεῖλεν ἑαυτῷ τὴν Ἀπελλικῶνος τοῦ Τηΐου βιβλιοθήκην, ἐν ᾗ τὰ πλεῖστα τῶν Ἀριστοτέλους καὶ Θεοφράστου βιβλίων ἦν, οὔπω τότε σαφῶς γνωριζόμενα τοῖς πολλοῖς, λέγεται δὲ κομισθείσης αὐτῆς εἰς Ῥώμην Τυραννίωνα τὸν γραμματικὸν ἐνσκευάσασθαι τὰ πολλά, καὶ παρʼ αὐτοῦ τὸν Ῥόδιον Ἀνδρόνικον εὐπορήσαντα τῶν ἀντιγράφων εἰς μέσον θεῖναι καὶ ἀναγράψαι τοὺς νῦν φερομένους πίνακας.
26.2 οἱ δὲ πρεσβύτεροι Περιπατητικοὶ φαίνονται μὲν καθʼ ἑαυτοὺς γενόμενοι χαρίεντες καὶ φιλολόγοι, τῶν δὲ Ἀριστοτέλους καὶ Θεοφράστου γραμμάτων οὔτε πολλοῖς οὔτε ἀκριβῶς ἐντετυχηκότες διὰ τὸ τὸν Νηλέως τοῦ Σκηψίου κλῆρον, ᾧ τὰ βιβλία κατέλιπε Θεόφραστος, εἰς ἀφιλοτίμους καὶ ἰδιώτας ἀνθρώπους περιγενέσθαι.
26.3 Σύλλᾳ δὲ διατρίβοντι περὶ τὰς Ἀθήνας ἄλγημα ναρκῶδες μετὰ βάρους εἰς τοὺς πόδας ἐνέπεσεν, ὅ φησιν ὁ Στράβων ποδάγρας ψελλισμὸν εἶναι. διαπλεύσας οὖν εἰς Αἴδηψον ἐχρῆτο τοῖς θερμοῖς ὕδασι, ῥᾳθυμῶν ἅμα καὶ συνδιημερεύων τοῖς περὶ τὸν Διόνυσον τεχνίταις. περιπατοῦντος δὲ πρὸς τὴν θάλατταν ἁλιεῖς τινες ἰχθῦς αὐτῷ παγκάλους προσήνεγκαν. ἡσθεὶς δὲ τοῖς δώροις, καὶ πυθόμενος ὡς ἐξ ἉλῶνἉλῶν, Ἁλὰς with Coraës (in notes): Ἁλαιῶν, Ἁλαίας. εἶεν, ἔτι γὰρ ζῇ τις Ἁλαίων; ἔφη·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme