Thesauros Literature biography Σύλλας

Σύλλας

Σύλλας Plutarch
24.4 ὁ δὲ Σύλλας, αἰσθόμενος ἀχθομένους τοὺς στρατιώτας τῇ διαλύσει τὸν γὰρ ἔχθιστον τῶν βασιλέων καὶ δεκαπέντε μυριάδας ἡμέρᾳ μιᾷ τῶν ἐν Ἀσίᾳ Ῥωμαίων κατασφαγῆναι παρασκευάσαντα δεινὸν ἡγοῦντο μετὰ πλούτου καὶ λαφύρων ὁρᾶν ἐκπλέοντα τῆς Ἀσίας, ἣν ἔτη τέσσαρα λεηλατῶν καὶ φορολογῶν διετέλεσεν, ἀπελογεῖτο πρὸς αὐτοὺς ὡς οὐκ ἂν ἅμα Φιμβρίᾳ καὶ Μιθριδάτῃ πολεμεῖν, εἰ συνέστησαν ἀμφότεροι κατʼ αὐτοῦ, δυνηθείς.
25.1 ὁρμήσας δὲ ἐκεῖθεν ἐπὶ Φιμβρίαν πρὸς Θυατείροις στρατοπεδεύοντα καὶ πλησίον καταζεύξας, τάφρον τῷ στρατοπέδῳ περιέβαλεν. οἱ δὲ τοῦ Φιμβρίου στρατιῶται μονοχίτωνες ἐκ τοῦ στρατοπέδου προϊόντες ἠσπάζοντο τοὺς ἐκείνου καὶ συνελάμβανον αὐτοῖς τῶν ἔργων προθύμως. ὁρῶν δὲ ὁ Φιμβρίας τὴν μεταβολὴν καὶ τὸν Σύλλαν ὡς ἀδιάλλακτον δεδοικὼς αὐτὸς ἑαυτὸν ἐν τῷ στρατοπέδῳ διέφθειρε.
25.2 Σύλλας δὲ κοινῇ μὲν ἐζημίωσε τὴν Ἀσίαν δισμυρίοις ταλάντοις, ἰδίᾳ δὲ τοὺς οἴκους ἐξέτριψεν ὕβρει καὶ πολιορκίᾳπολιορκίᾳ MSS., Coraës, Sintenis1, Bekker: πλεονεξίᾳ after Solanus. τῶν ἐπισταθμευόντων. ἐτέτακτο γὰρ ἑκάστης ἡμέρας τῷ καταλύτῃ τὸν ξένον διδόναι τέσσαρα τετράδραχμα καὶ παρέχειν δεῖπνον αὐτῷ καὶ φίλοις, ὅσους ἂν ἐθέλῃ καλεῖν, ταξίαρχον δὲ πεντήκοντα δραχμὰς λαμβάνειν τῆς ἡμέρας, ἐσθῆτα δὲ ἄλλην μὲν οἰκουρῶν, ἄλλην δὲ εἰς ἀγορὰν προερχόμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme