16.4
οἱ γὰρ ἐναντίοι καταφρονήσαντες ἐτράποντο πρὸς ἀταξίαν πολλήν, οὐδὲ ἄλλως ὑπήκοοι τῶν στρατηγῶν διὰ πολυαρχίαν ὄντες· ὥστεὥστε supplied by Coraës and Bekker; Sintenis prefers καὶ, with Schaefer. ὀλίγοι μὲν ἐν τῷ χάρακι διεκαρτέρουν, ὁ δὲ πλεῖστος ὄχλος ἁρπαγαῖς καὶ πορθήμασι δελεαζόμενος ὁδὸν ἡμερῶν πολλῶν ἀπὸ τοῦ στρατοπέδου διεσπείρετο. καὶ τήν τε τῶν Πανοπέων πόλιν ἐκκόψαι λέγονται καὶ τήν Λεβαδέων διαρπάσαι καὶ συλῆσαι τὸ μαντεῖον, οὐδενὸς στρατηγοῦ πρόσταγμα δόντος.
16.5
ὁ δὲ Σύλλας, ἐν ὄμμασιν αὐτοῦ πόλεων ἀπολλυμένων, δυσανασχετῶν καὶ λυπούμενος, οὐκ εἴα τοὺς στρατιώτας σχολάζειν, ἀλλὰ προσάγων αὐτοὺς ἠνάγκαζε τόν τε Κηφισὸν ἐκ τοῦ ῥείθρου παρατρέπειν καὶ τάφρους ὀρύσσειν, ἀνάπαυλαν οὐδενὶ διδοὺς καὶ τῶν ἐνδιδόντων ἀπαραίτητος ἐφεστὼς κολαστής, ὅπως ἀπαγορεύσαντες πρὸς τὰ ἔργα διὰ τόν πόνον ἀσπάσωνται τόν κίνδυνον.
16.6
ὃ καὶ συνέβη, τρίτην γὰρ ἡμέραν ἐργαζόμενοι τοῦ Σύλλα παρεξιόντος ἐδέοντο μετὰ κραυγῆς ἄγειν ἐπὶ τοὺς πολεμίους, ὁ δὲ οὐ μάχεσθαι βουλομένων, ἀλλὰ μὴ βουλομένων πονεῖν ἔφησεν εἶναι τόν λόγον εἰ δὲ ὄντως ἔχουσιν ἀγωνιστικῶς, ἐκέλευσεν ἤδη μετὰ τῶν ὅπλων ἐλθεῖν ἐκεῖσε, δείξας αὐτοῖς τήν πρότερον μὲν γενομένην ἀκρόπολιν τῶν Παραποταμίων,