Thesauros Literature biography Λύσανδρος

Λύσανδρος

Λύσανδρος Plutarch
30.3 χρόνῳ δὲ ὕστερον Ἔφορός φησιν ἀντιλογίας τινὸς συμμαχικῆς ἐν Σπάρτῃ γενομένης, καὶ τὰ γράμματα διασκέψασθαι δεῆσαν ἃ παρʼ ἑαυτῷ κατέσχεν ὁ Λύσανδρος, ἐλθεῖν ἐπὶ τὴν οἰκίαν τὸν Ἀγησίλαον. εὑρόντα δὲ τὸ βιβλίον ἐν ᾧ γεγραμμένος ἦν ὁ περὶ τῆς πολιτείας λόγος, ὡς χρὴ τῶν Εὐρυπωντιδῶν καὶ Ἀγιαδῶν τὴν βασιλείαν ἀφελομένους εἰς μέσον θεῖναι καὶ ποιεῖσθαι τὴν αἵρεσιν ἐκ τῶν ἀρίστων,
30.4 ὁρμῆσαι μὲν εἰς τοὺς πολίτας τὸν λόγον ἐξενεγκεῖν καὶ παραδεικνύναι τὸν Λύσανδρον, οἷος ὢν πολίτης διαλάθοι, Λακρατίδαν δέ, ἄνδρα φρόνιμον καὶ τότε προεστῶτα τῶν ἐφόρων, ἐπιλαβέσθαι τοῦ Ἀγησιλάου, καὶ εἰπεῖν ὡς δεῖ μὴ ἀνορύττειν τὸν Λύσανδρον, ἀλλὰ καὶ τὸν λόγον αὐτῷ συγκατορύττειν οὕτω συντεταγμένον πιθανῶς καὶ πανούργως.
30.5 οὐ μὴν ἀλλὰ τάς τε ἄλλας τιμὰς ἀπέδοσαν αὐτῷ τελευτήσαντι, καὶ τοὺς μνηστευσαμένους τὰς θυγατέρας, εἶτα μετὰ τὴν τελευτὴν τοῦ Λυσάνδρου πένητος εὑρεθέντος ἀπειπαμένους ἐζημίωσαν, ὅτι πλούσιον μὲν νομίζοντες ἐθεράπευον, δίκαιον δὲ καὶ χρηστὸν ἐκ τῆς πενίας ἐπιγνόντες ἐγκατέλιπον. ἦν γάρ, ὡς ἔοικεν, ἐν Σπάρτῃ καὶ ἀγαμίου δίκη καὶ ὀψιγαμίου καὶ κακογαμίου· ταύτῃ δὲ ὑπῆγον μάλιστα τοὺς ἀντὶ τῶν ἀγαθῶν καὶ οἰκείων τοῖς πλουσίοις κηδεύοντας. τὰ μὲν οὖν περὶ Λύσανδρον οὕτως ἱστορήσαμεν ἔχοντα.
← Previous 42 / 42

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme