Thesauros Literature biography Λύσανδρος

Λύσανδρος

Λύσανδρος Plutarch
2.3 θεραπευτικὸς δὲ τῶν δυνατῶν μᾶλλον ἢ κατὰ Σπαρτιάτην φύσει δοκεῖ γενέσθαι, καὶ βάρος ἐξουσίας διὰ χρείαν ἐνεγκεῖν εὔκολος· ὃ πολιτικῆς δεινότητος οὐ μικρὸν ἔνιοι ποιοῦνται μέρος. Ἀριστοτέλης δὲ τὰς μεγάλας φύσεις ἀποφαίνων μελαγχολικάς, ὡς τὴν Σωκράτους καὶ Πλάτωνος καὶ Ἡρακλέους, ἱστορεῖ καὶ Λύσανδρον οὐκ εὐθύς, ἀλλὰ πρεσβύτερον ὄντα τῇ μελαγχολίᾳ περιπεσεῖν.
2.4 ἴδιον δὲ αὐτοῦ μάλιστα τὸ καλῶς πενίαν φέροντα, καὶ μηδαμοῦ κρατηθέντα μηδὲ διαφθαρέντα χρήμασιν αὐτόν, ἐμπλῆσαι τὴν πατρίδα πλούτου καὶ φιλοπλουτίας καὶ παῦσαι θαυμαζομένην ἐπὶ τῷ μὴ θαυμάζειν πλοῦτον, εἰσάγοντα χρυσίου καὶ ἀργυρίου πλῆθος μετὰ τὸν Ἀττικὸν πόλεμον, ἑαυτῷ δὲ μηδεμίαν δραχμὴν ὑπολειπόμενον.
2.5 Διονυσίου δὲ τοῦ τυράννου πέμψαντος αὐτοῦ ταῖς θυγατράσι πολυτελῆ χιτώνια τῶν Σικελῶν, οὐκ ἔλαβεν, εἰπὼν φοβεῖσθαι μὴ διὰ ταῦτα μᾶλλον αἰσχραὶ φανῶσιν. ἀλλʼ ὀλίγον ὕστερον πρὸς τὸν αὐτὸν τύραννον ἐκ τῆς αὐτῆς πόλεως ἀποσταλεὶς πρεσβευτής, προσπέμψαντος αὐτῷ δύο στολὰς ἐκείνου καὶ κελεύσαντος ἣν βούλεται τούτων ἑλόμενον τῇ θυγατρὶ κομίζειν, αὐτὴν ἐκείνην ἔφη βέλτιον αἱρήσεσθαι, καὶ λαβὼν ἀμφοτέρας ἀπῆλθεν.
3.1 ἐπεὶ δὲ τοῦ Πελοποννησιακοῦ πολέμου μῆκος λαμβάνοντος, καὶ μετὰ τὴν ἐν Σικελία τῶν Ἀθηναίων κακοπραγίαν αὐτίκα μὲν ἐπιδόξων ὄντων ἐκπεσεῖσθαι τῆς θαλάττης, οὐ πολλῷ δὲ ὕστερον ἀπαγορεύσειν παντάπασιν, Ἀλκιβιάδης ἀπὸ τῆς φυγῆς ἐπιστὰς τοῖς πράγμασι μεγάλην μεταβολὴν ἐποίησε καὶ κατέστησε τοὺς ναυτικοὺς ἀγῶνας εἰς ἀντίπαλον αὐτοῖς,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme