Thesauros Literature biography Λύσανδρος

Λύσανδρος

Λύσανδρος Plutarch
12.4 τῷ δʼ Ἀναξαγόρᾳ μαρτυρεῖ καὶ Δαΐμαχος ἐν τοῖς Περὶ εὐσεβείας, ἱστορῶν ὅτι πρὸ τοῦ πεσεῖν τὸν λίθον ἐφʼ ἡμέρας ἑβδομήκοντα καὶ πέντε συνεχῶς κατὰ τὸν οὐρανὸν ἑωρᾶτο πύρινον σῶμα παμμέγεθες, ὥσπερ νέφος φλογοειδές, οὐ σχολάζον, ἀλλὰ πολυπλόκους καὶ κεκλασμένας φορὰς φερόμενον, ὥστε ὑπὸ σάλου καὶ πλάνης ἀπορρηγνύμενα πυροειδῆ σπάσματα φέρεσθαι πολλαχοῦ καὶ ἀστράπτειν, ὥσπερ οἱ διᾴττοντες ἀστέρες.
12.5 ἐπεὶ δὲ ἐνταῦθα τῆς γῆς ἔβρισε καὶ παυσάμενοι φόβου καὶ θάμβους οἱ ἐπιχώριοι συνῆλθον, ὤφθη πυρὸς μὲν οὐδὲν ἔργον οὐδʼ ἴχνος τοσοῦτο,τοσοῦτο Coraës and Bekker adopt Reiske’s correction to τοσούτου. λίθος δὲ κείμενος, ἄλλως μὲν μέγας, οὐθὲν δὲ μέρος, ὡς εἰπεῖν, ἐκείνης τῆς πυροειδοῦς περιοχῆς ἔχων. ὅτι μὲν οὖν εὐγνωμόνων ὁ Δαΐμαχος ἀκροατῶν δεῖται δῆλός ἐστιν·
12.6 εἰ δὲ ἀληθὴς ὁ λόγος, ἐξελέγχει κατὰ κράτος τοὺς φάσκοντας ἔκ τινος, ἀκρωρείας ἀποκοπεῖσαν πνεύμασι καὶ ζάλαις πέτραν, ὑποληφθεῖσαν δʼ ὥσπερ οἱ στρόβιλοι, καὶ φερομένην, ᾗ πρῶτον ἐνέδωκε καὶ διελύθη τὸ περιδινῆσαν, ἐκριφῆναι καὶ πεσεῖν.
12.7 εἰ μὴ νὴ Δία πῦρ μὲν ἦν ὄντως τὸ φαινόμενον ἐπὶ πολλὰς ἡμέρας, σβέσις δὲ καὶ φθορὰ μεταβολὴν ἀέρι παρέσχεν εἰς πνεύματα βιαιότερα καὶ κινήσεις, ὑφʼ ὧν συνέτυχε καὶ τὸν λίθον ἐκριφῆναι. ταῦτα μὲν οὖν ἑτέρῳ γένει γραφῆς διακριβωτέον.
13.1 ὁ δὲ Λύσανδρος, ἐπεὶ τῶν τρισχιλίων Ἀθηναίων, οὓς ἔλαβεν αἰχμαλώτους, ὑπὸ τῶν συνέδρων θάνατος κατέγνωστο, καλέσας Φιλοκλέα τὸν στρατηγὸν αὐτῶν ἠρώτησεν τίνα τιμᾶται δίκην ἑαυτῷ τοιαῦτα περὶ Ἑλλήνων συμβεβουλευκὼς λευκὼς τοῖς πολίταις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme