Thesauros Literature biography Γάιος Μάριος

Γάιος Μάριος

Γάιος Μάριος Plutarch
44.6 ῥιπτουμένων δὲ τῶν σωμάτων ἀκεφάλων καὶ πατουμένων ἐν ταῖς ὁδοῖς ἔλεος οὐκ ἦν, ἀλλὰ φρίκη καὶ τρόμος ἁπάντων πρὸς τὴν ὄψιν. ἠνία δὲ μάλιστα τὸν δῆμον ἡ τῶν καλουμένων Βαρδυαίων ἀσέλγεια, τοὺς γάρ δεσπότας ἐν ταῖς οἰκίαις σφάττοντες ᾔσχυνον μὲν αὐτῶν παῖδας, ἐμείγνυντο δὲ βίᾳ ταῖς δεσποίναις, ἀκατάσχετοι δὲ ἦσαν ἁρπάζοντες καὶ μιαιφονοῦντες, ἕως οἱ περὶ Κίνναν καὶ Σερτώριον συμφρονήσαντες ἐπέθεντο κοιμωμένοις αὐτοῖς ἐν τῷ στρατοπέδῳ καὶ κατηκόντισαν ἅπαντας.
45.1 ἐν τούτῳ δὲ ὥσπερ τροπαίας τινος ἀμειβούσης ἐφοίτων ἄγγελοι πανταχόθεν ὡς Σύλλας συνῃρηκὼς τὸν Μιθριδατικὸν πόλεμον καὶ τὰς ἐπαρχίας ἀνειληφὼς ἐπιπλέοι μετὰ πολλῆς δυνάμεως, καὶ τοῦτο βραχεῖαν ἐπίσχεσιν ἐποίησε καὶ παῦλαν ὀλίγην ἀφάτων κακῶν, ὅσον οὔπω τὸν πόλεμον ἥκειν ἐπʼ αὐτοὺς οἰομένων. ὕπατος μὲν οὖν ἀπεδείχθη τὸ ἕβδομον Μάριος, καὶ προελθὼν αὐταῖς Καλάνδαις Ἰανουαρίαις, ἔτους ἀρχῇ, Σέξτον τινὰ Λουκῖνον κατεκρήμνισεν ὃ κἀκείνοις καὶ τῇ πόλει τῶν αὖθις ἐδόκει κακῶν γεγονέναι σημεῖον μέγιστον.
45.2 αὐτὸς δὲ ἤδη τοῖς τε πόνοις ἀπειρηκὼς καὶ ταῖς φροντίσιν οἷον ὑπέραντλος ὢν καὶ κατάπονος, τὴν ψυχὴν πρὸς τοσαύτην αὖθις ἐπίνοιαν νέου πολέμου καὶ καινῶν ἀγώνων καὶ φόβων ὑπὸ ἐμπειρίας δεινῶν καὶ καμάτου τρέμουσαν οὐκ ἀνέφερε, λογιζόμενος ὡς οὐ πρὸς Ὀκτάβιον οὐδὲ Μερούλαν σύγκλυδος ὁμίλου καὶ στασιώδους ὄχλου στρατηγοὺς ὁ κίνδυνος ἔσοιτο, Σύλλας δὲ ἐκεῖνος ἔπεισιν ὁ τῆς πατρίδος αὐτὸν ἐξελάσας πάλαι, νῦν δὲ Μιθριδάτην συνεσταλκὼς εἰς τὸν Εὔξεινον Πόντον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme