Thesauros Literature biography Γάιος Μάριος

Γάιος Μάριος

Γάιος Μάριος Plutarch
42.1 ἀσπασάμενος δὲ τὸν Κίνναν καὶ τοῖς στρατιώταις ἐντυχὼν εὐθὺς εἴχετο τοῦ ἔργου καὶ μεγάλην μεταβολὴν τῶν πραγμάτων ἐποίησε. πρῶτον μὲν γάρ ταῖς ναυσὶ τὰ σιτηγὰ περικόπτων καὶ τοὺς ἐμπόρους ληιζόμενος ἐκράτησε τῆς ἀγορᾶς, ἔπειτα τὰς παραλίους πόλεις ἐπιπλέων ᾕρει. τέλος δὲ τὴν Ὠστίαν αὐτὴν λαβὼν ἐκ προδοσίας τά τε χρήματα διήρπασε καὶ τῶν ἀνθρώπων τοὺς πολλοὺς ἀπέκτεινε, καὶ γεφυρώσας τὸν ποταμὸν ἀπέκοψε κομιδῇ τὰς ἐκ θαλάσσης εὐπορίας τῶν πολεμίων.
42.2 ἄρας δὲ τῷ στρατῷ πρὸς τὴν πόλιν ἐχώρει καὶ τὸ καλούμενον Ἰανοῦκλον ὄρος κατέσχεν, οὐ τοσοῦτον ἀπειρίᾳ τοῦ Ὀκταβίου τὰ πράγματα βλάπτοντος, ὅσον ἀκριβείᾳ τῶν δικαίων προϊεμένου τὰ χρειώδη παρὰ τὸ συμφέρον, ὅς γε πολλῶν κελευόντων αὐτὸν ἐπʼ ἐλευθερίᾳ καλεῖν τοὺς οἰκέτας οὐκ ἔφη δούλοις μεταδώσειν τῆς πατρίδος, ἧς Γάϊον Μάριον εἴργει τοῖς νόμοις ἀμύνων.
42.3 ἐπεὶ δὲ Μέτελλος υἱὸς Μετέλλου τοῦ στρατηγήσαντος ἐν Λιβύῃ καὶ διὰ Μάριον ἐκπεσόντος ἧκεν εἰς Ῥώμην καὶ πολὺ τοῦ Ὀκταβίου στρατηγικώτερος ἐφαίνετο, καταλιπόντες οἱ στρατιῶται τὸν Ὀκτάβιον ἧκον ὡς ἐκεῖνον ἄρχειν δεόμενοι καὶ σῴζειν τὴν πόλιν εὖ γὰρ ἀγωνιεῖσθαι καὶ κρατήσειν ἔμπειρον ἡγεμόνα καὶ δραστήριον λαβόντες. ἀγανακτήσαντος δὲ τοῦ Μετέλλου καὶ κελεύοντος ἀπιέναι πρὸς τὸν ὕπατον, ᾤχοντο πρὸς τοὺς πολεμίους, ὑπεξέστη δὲ καὶ Μέτελλος ἀπογνοὺς τὴν πόλιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme