Thesauros Literature biography Γάιος Μάριος

Γάιος Μάριος

Γάιος Μάριος Plutarch
37.2 αὐτὸν δὲ Μάριον βαρὺν ὄντα τῷ σώματι καὶ δυσμεταχείριστον οἰκέται δύο μόλις καὶ χαλεπῶς ὑπέρ τῆς θαλάττης ἐξάραντες εἰς τὴν ἑτέραν ἔθεντο ναῦν, ἤδη τῶν ἱππέων ἐφεστώτων καὶ διακελευομένων ἀπὸ γῆς τοῖς ναύταις κατάγειν τὸ πλοῖον ἢ τὸν Μάριον ἐκβαλόντας αὐτοὺς ἀποπλεῖν ὅπῃ χρῄζοιεν. ἱκετεύοντος δὲ τοῦ Μαρίου καὶ δακρύοντος, οἱ κύριοι τῆς ὁλκάδος ὡς ἐν ὀλίγῳ πολλὰς ἐπʼ ἀμφότερα τῆς γνώμης τροπὰς λαβόντες ὅμως ἀπεκρίναντο τοῖς ἱππεῦσι μὴ προέσθαι τὸν Μάριον.
37.3 ἐκείνων δὲ πρὸς ὀργὴν ἀπελασάντων αὖθις ἑτέρων γενόμενοι λογισμῶν κατεφέροντο πρὸς τὴν γῆν· καὶ περὶ τὰς ἐκβολὰς τοῦ Λίριος ποταμοῦ διάχυσιν λιμνώδη λαμβάνοντος ἀγκύρας βαλόμενοι παρεκάλουν αὐτὸν ἐκβῆναι καὶ τροφὴν ἐπὶ γῆς λαβεῖν καὶ τὸ σῶμα θεραπεῦσαι κεκακωμένον, ἄχρι οὗ φορὰ γένηται· γίγνεσθαι δὲ τὴν εἰωθυῖαν ὥραν τοῦ πελαγίου μαραινομένου καὶ τῶν ἑλῶν αὔραν ἀναδιδόντων ἐπιεικῶς διαρκῆ.
37.4 ταῦτα πεισθεὶς ὁ Μάριος ἔπραττε· καὶ τῶν ναυτῶν ἐξελομένων αὐτὸν ἐπὶ τὴν γῆν κατακλινεὶς ἔν τινι πόᾳ πορρωτάτω τοῦ μέλλοντος εἶχε τὴν διάνοιαν. οἱ δὲ εὐθὺς ἐπιβάντες ἐπὶ τὴν ναῦν καὶ τὰς ἀγκύρας ἀναλαβόντες ἔφευγον, ὡς οὔτε καλὸν ἐκδοῦναι τὸν Μάριον αὐτοῖς οὔτε σῴζειν ἀσφαλές, οὕτω δὴ πάντων ἔρημος ἀπολειφθείς πολὺν μὲν χρόνον ἄναυδος ἐπὶ τῆς ἀκτῆς ἔκειτο, μόλις δέ πως ἀναλαβὼν ἑαυτὸν ἐπορεύετο ταλαιπώρως ἀνοδίαις·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme