Thesauros Literature biography Γάιος Μάριος

Γάιος Μάριος

Γάιος Μάριος Plutarch
30.3 οὐ μὴν ἀλλὰ καὶ τῆς βουλῆς καὶ τῶν ἱππέων συνισταμένων καὶ ἀγανακτούντων ἐξήνεγκεν εἰς ἀγορὰν τὰ ὅπλα, καὶ καταδιωχθέντας αὐτοὺς εἰς τὸ Καπετώλιον εἷλε δίψει· τοὺς γὰρ ὀχετοὺς ἀπέκοψεν, οἱ δ’ ἀπειπόντες ἐκεῖνον ἐκάλουν καὶ παρέδωκαν σφᾶς αὐτοὺς διὰ τῆς λεγομένης δημοσίας πίστεως.
30.4 ἐπεὶ δὲ παντοῖος γενόμενος ὑπὲρ τοῦ σῶσαι τοὺς ἄνδρας οὐδὲν ὤνησεν, ἀλλὰ κατιόντες εἰς ἀγορὰν ἀνῃρέθησαν, ἐκ τούτου τοῖς τε δυνατοῖς ἅμα καὶ τῷ δήμῳ προσκεκρουκώς, τιμητείας παραπεσούσης ἐπίδοξος ὢν οὐ μετῆλθεν, ἀλλʼ εἴασεν ἑτέρους ὑποδεεστέρους αἱρεθῆναι, δεδιὼς ἀποτυχεῖν. ἄλλως δὲ αὐτὸς ἐκαλλωπίζετο πολλοῖς μὴ θέλειν ἀπεχθάνεσθαι τοὺς βίους αὐτῶν καὶ τὰ ἤθη πικρῶς ἐξετάζων.
31.1 δόγματος δὲ εἰσφερομένου Μέτελλον ἀπὸ τῆς φυγῆς ἀνακαλεῖσθαι, πολλὰ καὶ διὰ λόγων καὶ διʼ ἔργων μάτην ἐναντιωθεὶς τέλος ἀπεῖπε· καὶ δεξαμένου τὴν γνώμην τοῦ δήμου προθύμως, οὐχ ὑπομένων κατερχόμενον ἐπιδεῖν τὸν Μέτελλον ἐξέπλευσεν εἰς Καππαδοκίαν καὶ Γαλατίαν, λόγῳ μὲν ἀποδώσων ἃς εὔξατο τῇ Μητρὶ τῶν θεῶν θυσίας, ἑτέραν δὲ τῆς ἀποδημίας ἔχων ὑπόθεσιν λανθάνουσαν τοὺς πολλούς.
31.2 ἀφυὴς γὰρ ὢν πρὸς εἰρήνην καὶ ἀπολίτευτος, ηὐξημένος δὲ τοῖς πολέμοις, εἶτα κατὰ μικρὸν αὖθις ὐπὸ ἀργίας καὶ ἡσυχίας ἀπὸ ἀπομαραίνεσθαι τὴν δύναμιν αὐτόν καὶ τὴν δόξαν οἰόμενος, ἐζήτει καινῶν πραγμάτων ἀρχάς, ἤλπιζε γὰρ τοὺς βασιλεῖς συνταράξας καὶ Μιθριδάτην ἐπίδοξον ὄντα πολεμήσειν ἀναστήσας καὶ παροξύνας, εὐθὺς ἐπʼ αὐτὸν ἡγεμὼν αἱρεθήσεσθαι καὶ νέων μὲν τὴν πόλιν θριάμβων, σκύλων δὲ Ποντικῶν καὶ πλούτου βασιλικοῦ τὸν οἶκον ἐμπλήσειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme