Thesauros Literature biography Πύρρος

Πύρρος

Πύρρος Plutarch
33.6 καὶ μάχαι μὲν ἦσαν ὀλίγαι πρὸς τοὺς ἐναπολαμβανομένους ἀεὶ τῶν πολεμίων ἢ προσκειμένους ὄπισθεν, πλεῖστα δὲ ἑαυτοὺς εἰργάζοντο κακά. σπασάμενον γάρ τὸ ξίφος ἢ κλίναντα λόγχην οὐκ ἦν ἀναλαβεῖν οὐδὲ καταθέσθαι πάλιν, ἀλλʼ ἐχώρει διʼ ὧν ἔτυχε τὰ τοιαῦτα πάντα, καὶ περιπίπτοντες ἀλλήλοις ἔθνῃσκον.
34.1 ὁ δὲ Πύρρος ἐφορῶν τὸν περιέχοντα χειμῶνα καὶ κλύδωνα, τὴν μὲν στεφάνην, ᾗ διάσημον ἦν τὸ κράνος, ἀφελὼν ἔδωκέ τινι τῶν ἑταίρων, αὐτὸς δὲ τῷ ἵππῳ πεποιθὼς εἴς τοὺς ἑπομένους τῶν πολεμίων ἐνέβαλε, καὶ δόρατι πληγεὶς διὰ τοῦ θώρακος οὐ καιρίαν πληγὴν οὐδὲ μεγάλην ἐπέστρεψε κατὰ τοῦ πατὰξαντος, ὃς ἦν Ἀργεῖος, οὐ τῶν ἐπιφανῶν, ἀλλὰ πενιχρᾶς καὶ
34.2 πρεσβυτέρας υἱὸς γυναικός αὕτη τότε θεωμένη τὴν μάχην ὥσπερ αἱ λοιπαὶ γυναῖκες ἀπὸ τοῦ τέγους, ὡς ἐπέγνω συνεστῶτα τῷ Πύρρῳ τὸν υἱόν, ἐκπαθὴς γενομένη πρὸς τὸν κίνδυνον, ἄρασα κεραμίδα ταῖς χερσὶν ἀμφοτέραις ἀφῆκεν ἐπὶ τὸν Πύρρον. ἐμπεσούσης δὲ τῇ κεφαλῇ κατὰ τοῦ κράνους, καὶ τῶν σφονδύλων πρὸς τὴν βάσιν τοῦ τραχήλου συντριβέντων, αἵ τε ὄψεις συνεχύθησαν αὐτοῦ καὶ προήκαντο τὰς ἡνίας αἱ χεῖρες, αὐτὸς δὲ κατενεχθεὶς παρὰ τὸν τοῦ Λικυμνίου σηκὸν ἔπεσεν ὑπὸ τῶν πολλῶν ἀγνοούμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme