Thesauros Literature biography Πύρρος

Πύρρος

Πύρρος Plutarch
29.3 ἠμύνοντο δὲ προθυμίᾳ καὶ ἀρετῇ παρὰ δύναμιν οἱ Λακεδαιμόνιοι· καὶ παρῆσαν αἱ γυναῖκες ὀρέγουσαι βέλη, καὶ σιτία καὶ ποτὸν τοῖς δεομένοις προσφέρουσαι, καὶ ἀναλαμβάνουσαι τούς τιτρωσκομένους. τήν τε τάφρον οἱ Μακεδόνες χοῦν ἐπειρῶντο, πολλὴν συμφοροῦντες ὕλην, ὑφʼ ἧς ὅπλα καὶ σώματα νεκρῶν ἐπιχεομένης ἀπεκρύπτετο.
29.4 καὶ πρὸς τοῦτο τῶν Λακεδαιμονίων βοηθούντων ὤφθη παρὰ τὴν τάφρον καὶ τὰς ἁμάξας ὁ Πύρρος ἵππῳ βιαζόμενος εἰς τὴν πόλιν. κραυγῆς δὲ τῶν κατὰ τοῦτο τεταγμένων γενομένης καὶ δρόμου καὶ ὀλολυγμοῦ τῶν γυναικῶν, ἤδη διεξελαύνοντι τῷ Πύρρῳ καὶ προσκειμένῳ τοῖς κατὰ πρόσωπον ἐξήλατο Κρητικῷ βέλει πληγεὶς ὁ ἵππος ὑπὸ τὴν γαστέρα, καὶ κατέβαλε δυσθανατῶν τὸν Πύρρον εἰς τόπους ὀλισθηροὺς καὶ κατάντεις.
29.5 θορυβουμένων δὲ περὶ τοῦτον τῶν ἑταίρων ἐπέδραμον οἱ Σπαρτιᾶται, καὶ χρώμενοι τοῖς βέλεσιν ἐξέωσαν ἅπαντας· ἐκ δὲ τούτου καὶ τὴν ἄλλην μάχην ἔπαυεν, οἰόμενος ἐνδώσειν τι τοὺς Λακεδαιμονίους σχεδὸν ἁπάντων κατατετρωμένων αὐτοῖς, πεπτωκότων δὲ πολλῶν, ἡ δ̓· ἀγαθὴ τύχη τῆς πόλεως, εἴτε πεῖραν ἀρετῆς λαμβάνουσα τῶν ἀνδρῶν, εἴθʼ ἑαυτῆς, ὅσην ἐν ἀπόροις ἔχει δύναμιν, ἀπόδειξιν διδοῦσα,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme