28.3
ἐθεῶντο δὲ οἵ τε πρεσβύτεροι καὶ τῶν γυναικῶν τὸ πλῆθος ἀριστεύοντα τὸν Ἀκρότατον. ἐπεὶ δὲ ἀπῄει πάλιν διὰ τῆς πόλεως ἐπὶ τὴν αὑτοῦ τάξιν αἵματος κατάπλεως καὶ γαῦρος, ὑπὸ τῆς νίκης ἐπηρμένος, καὶ μείζων ἔδοξε γεγονέναι καὶ καλλίων ταῖς Λακαίναις, καὶ τὴν Χιλωνίδα τοῦ ἔρωτος ἐζήλουν. τῶν δὲ πρεσβυτέρων τινὲς ἐπηκολούθουν βοῶντες· οἶχε, Ἀκρότατε, καὶ οἶφε τὰν Χιλωνίδα· μόνον παῖδας ἀγαθοὺς τᾷ Σπάρτᾳ ποίει.
28.4
κατὰ δὲ τὸν Πύρρον αὐτὸν ἰσχυρᾶς μάχης συνεστώσης ἄλλοι τε λαμπρῶς ἠγωνίζοντο, κὶα Φύλλιος ἐπὶ πλεῖστον ἀντισχὼν καὶ πλείστους ἀποκτείνας τῶν βιαζομένων, ὡς ᾔσθετο τραυμάτων πλήθει παραλυόμενον ἑαυτόν, ἐκστάς τινι τῶν ἐπιτεταγμένων τῆς χώρας ἔπεσεν ἐντὸς τῶν ὅπλων, ὥστε μὴ γενέσθαι τὸν νεκρὸν ὑπὸ τοῖς πολεμίοις.
29.1
νυκτὸς δὲ ἡ μάχη διεκρίθη· καὶ κοιμώμενος ὁ Πύρρος ὄψιν εἶδε τοιαύτην. ἐδόκει βάλλεσθαι κεραυνοῖς ὑπʼ αὐτοῦ τὴν Λακεδαίμονα καὶ φλέγεσθαι πᾶσαν, αὐτὸν δὲ χαίρειν. ὑπὸ δὲ τῆς χαρᾶς ἐξεγρόμενος τούς τε ἡγεμόνας ἐκέλευεν ἐν παρασκευῇ τὸν στρατὸν ἔχειν, καὶ τοῖς φίλοις διηγεῖτο τὸν ὄνειρον ὡς ληψόμενος κατὰ κράτος τὴν πόλιν.
29.2
οἱ μὲν οὖν ἄλλοι θαυμασίως ἐπείθοντο, Λυσιμάχῳ δὲ οὐκ ἤρεσκεν ἡ ὄψις, ἀλλʼ ἔφη δεδιέναι μή, καθάπερ τὰ βαλλόμενα τοῖς κεραυνοῖς ἀνέμβατα μένει χωρία, καὶ τῷ Πύρρῳ προσημαίνῃ τὸ θεῖον ἀνείσοδον ἔσεσθαι τὴν πόλιν. ὁ δὲ Πύρρος εἰπὼν ὅτι ταῦτα μέν ἐστι πυλαϊκῆς ὀχλαγωγίας καὶ ἀσοφίαν ἔχοντα πολλήν, ἐκεῖνο δὲ δεῖ τὰ ὅπλα διὰ χειρῶν ἔχοντας ὑποβάλλειν ἑαυτοῖς, εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ Πύρρου, ἐξανέστη καὶ προσῆγεν ἅμʼ ἡμέρᾳ τὸν στρατόν.